Dialogus cum Tryphone Iudaeo 102.1
Καὶ τὰ ἑξῆς· Ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου θεός μου εἶ σύ, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. Ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου· ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου· τῶν γεγενημένων τὴν προαγγελίαν ἐποιεῖτο.
そして続く言葉、「わが望みは、母の乳房にあるときからのものである。私は母の胎より、あなたに委ねられた。母の腹より、あなたは私の神である、私を助ける者がいないのだから。多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた。わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」は、実際に起こったことの予告をなしていた。
Dialogus cum Tryphone Iudaeo 102.2
Τὸ γὰρ Ἡ ἐλπίς μου ἀπὸ μασθῶν τῆς μητρός μου. Ἅμα γὰρ τῷ γεννηθῆναι αὐτὸν ἐν Βηθλεέμ, ὡς προέφην, παρὰ τῶν ἀπὸ Ἀρραβίας μάγων μαθὼν Ἡρώδης ὁ βασιλεὺς τὰ κατ᾿ αὐτὸν ἐπεβούλευσεν ἀνελεῖν αὐτόν, καὶ κατὰ τὴν τοῦ θεοῦ κέλευσιν Ἰωσὴφ λαβὼν αὐτὸν ἅμα τῇ Μαρίᾳ ἀπῆλθεν εἰς Αἴγυπτον· μετὰ γὰρ τὸ κηρύξαι αὐτὸν τὸν παρ᾿ αὐτοῦ λόγον ἀνδρωθέντα ὁ πατὴρ θανατωθήσεσθαι αὐτὸν ἐκεκρίκει ὅν ἐγεγεννήκει.
「わが望みは、母の乳房にあるときからのものである」とは、こういうことを指す。実に、彼がベツレヘムで生まれると同時に、先に述べたとおり、アラビアから来た博士たちから彼についての事情を知ったヘロデ王は、彼を亡き者にしようとたくらんだ。そして神の命令に従って、ヨセフは彼をマリアとともに連れて、エジプトへ去った。実に、父は、自分が生んだこの方が、成人して父のもとから出た言葉を宣べ伝えたのちに死なせられることになると、あらかじめ定めておられたのである。
Dialogus cum Tryphone Iudaeo 102.3
Ἐὰν δέ τις ἡμῖν λέγῃ· Μὴ γὰρ οὐκ ἠδύνατο ὁ θεὸς μᾶλλον τὸν Ἡρώδην ἀποκτεῖναι; προλαβὼν λέγω· Μὴ γὰρ οὐκ ἠδύνατο ὁ θεὸς τὴν ἀρχὴν καὶ τὸν ὄφιν ἐξᾶραι τοῦ μὴ εἶναι, καὶ μὴ εἰπεῖν ὅτι Καὶ ἔχθραν θήσω ἀνὰ μέσον αὐτοῦ καὶ τῆς γυναικός, καὶ τοῦ σπέρματος αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῆς; Μὴ γὰρ οὐκ ἠδύνατο εὐθὺς πλῆθος ἀνθρώπων ποιῆσαι;
もし誰かが我々に、「神はむしろヘロデを殺すことができなかったのか」と言うなら、私は先んじてこう言おう。「神は初めから蛇を取り除いて存在しないようにし、『私は彼と女とのあいだ、彼の子孫と女の子孫とのあいだに敵意を置く』と言わずに済ますことができなかったのか」と。「神はただちに多くの人間を造り出すことができなかったのか」と。
Dialogus cum Tryphone Iudaeo 102.4
Ἀλλ᾿, ὡς ἐγίνωσκε καλὸν εἶναι γενέσθαι, ἐποίησεν αὐτεξουσίους πρὸς δικαιοπραξίαν καὶ ἀγγέλους καὶ ἀνθρώπους, καὶ χρόνους ὥρισε μέχρις οὗ ἐγίνωσκε καλὸν εἶναι τὸ αὐτεξούσιον ἔχειν αὐτούς· καὶ ὅτι καλὸν εἶναι ὁμοίως ἐγνώριζε, καὶ καθολικὰς καὶ μερικὰς κρίσεις ἐποίει, πεφυλαγμένου μέντοι τοῦ αὐτεξουσίου. Ὅθεν φησὶν ὁ λόγος καὶ ἐν τῇ τοῦ πύργου καταβολῇ καὶ τῇ τῶν γλωσσῶν πολυφθογγίᾳ καὶ ἐξαλλοιώσει ταῦτα. Καὶ εἶπε κύριος· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν.
しかし神は、そうなることが善いと知っておられたので、天使たちも人間たちも、正しく行うために自由な選びを持つ者として造られ、彼らが自由な選びを持つことが善いと知っておられる限りの時を定めた。そして同様に、それが善いことであると知っておられたので、自由な選びが守られたまま、全体的な裁きも部分的な裁きも行われた。それゆえ、この言葉は、塔の建立と諸言語の多発と変化についてもこう述べている。すなわち主はこう言われた。「見よ、彼らはみな一つの族、一つの言葉である。そして彼らはこれを行い始めた。そして今や、彼らが企てて行おうとすることは、何一つ彼らから欠けることはないであろう。」
Dialogus cum Tryphone Iudaeo 102.5
Καὶ τό τε Ἐξηράνθη ὡς ὄσταακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, ὁμοίως τῶν ὑπ᾿ αὐτοῦ μελλόντων γίνεσθαι κατὰ τὸ τοῦ πατρὸς θέλημα προαγγελία ἦν. Ἡ γὰρ τοῦ ἰσχυροῦ αὐτοῦ λόγου δύναμις, δι᾿ ἦς ἀεὶ ἤλεγχε τοὺς συζητοῦντας αὐτῷ Φαρισαίους καὶ γραμματεῖς καὶ ἁπλῶς τοὺς ἐν τῷ γένει ὑμῶν διδασκάλους, ἐποχὴν ἔσχε δίκην πολυΰδρου καὶ ἰσχυρᾶς πηγῆς, ἦς τὸ ὕδωρ ἀπεστράφη, σιγήσαντος αὐτοῦ καὶ μηκέτι ἐπὶ Πιλάτου ἀποκρίνασθαι μηδὲν μηδενὶ βουλομένου, ὡς ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ δεδήλωται, ὅπως καὶ τὸ διὰ Ἡσαΐου εἰρημένον καρπὸν ἐνεργῆ ἔχῃ, ὅπου εἴρηται· Κύριος δίδωσί μοι γλῶσσαν τοῦ γνῶναι ἡνίκα με δεῖ εἰπεῖν λόγον.
そして「わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」も同様に、父の意志に従って彼によってこれから起こることになる事柄の予告であった。実に、彼が自分と論争するファリサイ派の人々や律法学者たち、要するに諸君の族の教師たちを、つねに論駁していた彼の力強い言葉の力は、水が涸れてしまった水量豊かな力強い泉のように、静止してしまった。それは、彼が沈黙し、ピラトのもとでもはや誰にも何も答えようとしなくなったためである。これは彼の使徒たちの回想録にも明らかにされているとおりであり、イザヤを通して語られた言葉が実際の実りを結ぶようになるためであった。そこにはこう言われている。「主は私に、言葉を語るべきときを知る舌を与えられる。」
Dialogus cum Tryphone Iudaeo 102.6
Τὸ δὲ καὶ εἰπεῖν αὐτόν· Θεός μου εἶ σύ, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ, διδάσκοντος ἅμα ὅτι ἐπὶ θεὸν τὸν πάντα ποιήσαντα ἐλπίζειν δεῖ πάντας καὶ παρ᾿ ἐκείνου μόνου σωτηρίαν καὶ βοήθειαν ζητεῖν, ἀλλὰ μή, ὡς τοὺς λοιποὺς τῶν ἀνθρώπων, διὰ γένος ἢ πλοῦτον ἢ ἰσχὺν ἢ σοφίαν νομίζειν δύνασθαι σώζεσθαι· ὁποῖον καὶ ὑμεῖς ἀεὶ ἐπράξατε, ποτὲ μὲν μοσχοποιήσαντες, ἀεὶ δὲ ἀχάριστοι καὶ φονεῖς τῶν δικαίων καὶ τετυφωμένοι διὰ τὸ γένος φαινόμενοι.
また、彼が「あなたは私の神である、私から離れるな」と言っていることは、同時に、すべての者はあらゆるものを造られた神に望みを置き、その方からのみ救いと助けを求めるべきであって、他の人々のように、族や富や力や知恵のゆえに救われうると考えてはならないことを教えている。それは、諸君がつねに行ってきたことである。あるときは子牛を造り、つねに恩知らずで、正しい者たちを殺す者であり、族のゆえに思い上がっている者として現れているのである。
Dialogus cum Tryphone Iudaeo 102.7
Εἰ γὰρ ὁ υἱὸς τοῦ θεοῦ φαίνεται μήτε διὰ τὸ εἶναι υἱὸς μήτε κατὰ τὸ εἶναι ἰσχυρὸς μήτε διὰ τὸ σοφὸς λέγων δύνασθαι σώζεσθαι, ἀλλὰ πρὸς τὸ ἀναμάρτητος εἶναι, ὡς Ἡσαίας φησίν, μηδὲ μέχρι φωνῆς ἡμαρτηκέναι αὐτόν, ἀνομίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ δόλον τῷ στόματι, ἄνευ τοῦ θεοῦ σωθήσεσθαι μὴ δύνασθαι, πῶς ὑμεῖς ἢ καὶ οἱ ἄλλοι οἱ ἄνευ τῆς ἐλπίδος ταύτης σωθήσεσθαι προσδοκῶντες οὐχ ἑαυτοὺς ἀπατᾶν λογίζεσθε.
実に、もし神の子が、子であることによっても、力強いことによっても、知恵ある者と言われることによっても救われうるのではなく、むしろ、イザヤが言うとおり罪なき者であって――彼は言葉のうちにさえ罪を犯さず、不法を行わず、その口に欺きもなかったのだから――それでもなお神なしには救われることができないと見えるのであれば、諸君や、この望みなしに救われるであろうと期待している他の者たちが、自分自身を欺いていると考えないのはどうしてであろうか。