ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXIX 第CXIX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 119.1

1

Ἐγώ τε αὖ εἶπον· Οἴεσθε ἂν ἡμᾶς ποτε, ὦ ἄνδρες, νενοηκέναι δυνηθῆναι ἐν ταῖς γραφαῖς ταῦτα, εἰ μὴ θελήματι τοῦ θελήσαντος αὐτὰ ἐλάβομεν χάριν τοῦ νοῆσαι; Ἵνα γένηται καὶ τὸ λελεγμένον ὑπὸ Μωσέως·

そこで私はまた言った。「人々よ、諸君は、もし、それを望まれた方の御心によって理解するための恵みを我々が受けなかったなら、我々がいつか聖書のうちにこれらのことを理解しえたと思うのか。それは、モーセによって語られたこの言葉もまた実現するためである。」

Dialogus cum Tryphone Iudaeo 119.2

2

Παρώξυνάν με ἐπ᾿ ἀλλοτρίοις, ἐν βδελύγμασιν αὐτῶν ἐξεπίκρανάν με, ἔθυσαν δαιμονίοις οἷς οὐκ οἴδασι· καινοὶ καὶ πρόσφατοι ἥκασιν, οὓς οὐκ ᾔδεισαν οἱ πατέρες αὐτῶν. Θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου θεοῦ τοῦ τρέφοντός σε. Καὶ εἶδε κύριος, καὶ ἐζήλωσε, καὶ παρωξύνθη δι᾿ ὀργὴν υἱῶν αὐτοῦ καὶ θυγατέρων, καὶ εἶπεν· Ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ᾿ αὐτῶν, καὶ δείξω τί ἔσται αὐτοῖς ἐπ᾿ ἐσχάτων, ὅτι γενεὰ ἐξεστραμμένη ἐστίν, υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς. Αὐτοὶ παρεζήλωσάν με ἐπ᾿ οὐ θεῷ, παρώργισάν με ἐν τοῖς εἰδώλοις αὐτῶν· κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ᾿ οὐκ ἔθνει, ἐπ᾿ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς· ὅτι πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου, καὶ καυθήσεται ἕως ᾅδου· καταφάγεται τὴν γῆν καὶ τὰ γεννήματα αὐτῆς, φλέξει θεμέλια ὀρέων. Συνάξω εἰς αὐτοὺς κακά.

「『彼らは異なる神々によって私を怒らせ、彼らの忌まわしい行いによって私を苦しめた。彼らは知りもしない悪霊どもに供犠を献げた。それは彼らの父祖たちが知らなかった、新しく現れたばかりの神々である。汝を生んだ神を汝は見捨て、汝を養う神を汝は忘れた。そして主は見て、妬み、その息子たち娘たちの怒りによって激しく怒られ、こう言われた。私は彼らから私の顔をそむけ、彼らの終わりに何が起こるかを示そう。彼らは背いた世代であり、その中に信のない子らだからである。彼らは、神でないもので私を妬ませ、彼らの偶像によって私を怒らせた。それゆえ私もまた、国民ならぬものによって彼らを妬ませ、無知な国民によって彼らを怒らせよう。私の憤りから火が燃え上がり、陰府にまで燃えるであろう。それは地とその産み出すものを食い尽くし、もろもろの山の基を焼き払うであろう。私は彼らの上にもろもろの災いを集めよう。』」

Dialogus cum Tryphone Iudaeo 119.3

3

Καὶ μετὰ τὸ ἀναιρεθῆναι τὸν δίκαιον ἐκεῖνον ἡμεῖς λαὸς ἕτερος ἀνεθήλαμεν, καὶ ἐβλαστήσαμεν στάχυες καινοὶ καὶ εὐθαλεῖς, ὡς ἔφασαν οἱ προφῆται· Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς λαόν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ τῆς γῆς πάσης. Ἡμεῖς δὲ οὐ μόνον λαὸς ἀλλὰ καὶ λαὸς ἅγιός ἐσμεν, ὡς ἐδείξαμεν ἤδη. Καὶ καλέσουσιν αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ κυρίου.

「そして、あの正しい方が滅ぼされたのちに、我々は別の民として再び芽吹き、預言者たちが語ったとおり、新しくして豊かに茂る麦の穂として育っていったのである。『そして多くの諸国民が、その日、民として主のもとに逃れて来て、全地の中に住まうであろう。』我々は、すでに示したとおり、単に民であるだけでなく、聖なる民でもある。『そして彼らは彼を、主によって贖われた聖なる民と呼ぶであろう。』」

Dialogus cum Tryphone Iudaeo 119.4

4

Οὐκοῦν οὐκ εὐκαταφρόνητος δῆμός ἐσμεν οὐδὲ βάρβαρον φῦλον οὐδὲ ὁποῖα Καρῶν ἢ Φρυγῶν ἔθνη, ἀλλὰ καὶ ἡμᾶς ἐξελέξατο ὁ θεὸς καὶ ἐμφανής ἐγενήθη τοῖς μὴ ἐπερωτῶσιν αὐτόν. Ἰδοὺ θεός εἰμι, φησί, τῷ ἔθνει, οἳ οὐκ ἐπεκαλέσαντο τὸ ὄνομά μου. Τοῦτο γάρ ἐστιν ἐκεῖνο τὸ ἔθνος, ὃ πάλαι τῷ. Ἀβραὰμ ὁ θεὸς ὑπέσχετο, καὶ πατέρα πολλῶν ἐθνῶν θήσειν ἐπηγγείλατο, οὐκ Ἀρράβων οὐδ᾿ Αἰγυπτίων οὐδ᾿ Ἰδουμαίων λέγων· ἐπεὶ καὶ Ἰσμαὴλ μεγάλου πατὴρ ἔθνους ἐγένετο καὶ Ἠσοῦ, καὶ Ἀμμανιτῶν ἐστι νῦν πολὺ πλῆθος. Νῶε δὲ καὶ αὐτοῦ Ἀβραὰμ πατὴρ ἦν καὶ ἁπλῶς παντὸς ἀνθρώπων γένους, ἄλλοι δὲ ἄλλων πρόγονοι.

「それゆえ、我々は軽んじられるべき民衆でもなければ、蛮族の部族でもなく、カリア人やプリュギア人のような諸国民でもない。むしろ、神は我々を選ばれ、ご自分に問い求めない者たちに対しても現れてくださったのである。『見よ、私は、私の名を呼び求めなかった国民の神である』と神は言われる。これこそ、かつて神がアブラハムに約束されたあの国民なのであり、多くの諸国民の父とすることを誓われたのであって、アラビア人でも、エジプト人でも、エドム人でもないと言われたのである。イシュマエルもまた大いなる国民の父となり、エサウもそうであり、アンモン人は今や多くの群れとなっているからである。だがノアもまた、アブラハム自身の父であり、およそ人間のあらゆる族の父であって、それぞれの祖先はそれぞれに異なる。」

Dialogus cum Tryphone Iudaeo 119.5

5

Τί οὖν πλέον ἐνθάδε ὁ Χριστὸς χαρίζεται τῷ Ἀβραάμ; Ὅτι διὰ τῆς ὁμοίας κλήσεως φωνῇ ἐκάλεσεν αὐτόν, εἰπὼν ἐξελθεῖν ἀπὸ τῆς γῆς ἐν ᾗ ᾤκει. Καὶ ἡμᾶς δὲ ἅπαντας δι᾿ ἐκείνης τῆς φωνῆς ἐκάλεσε, καὶ ἐξήλθομεν ἤδη ἀπὸ τῆς πολιτείας, ἐν ᾗ ἐζῶμεν κατὰ τὰ κοινὰ τῶν ἄλλων τῆς γῆς οἰκητόρων κακῶς ζῶντες· καὶ σὺν τῷ Ἀβραὰμ τὴν ἁγίαν κληρονομήσομεν γῆν, εἰς τὸν ἀπέραντον αἰῶνα τὴν κληρονομίαν ληψόμενοι, τέκνα τοῦ Ἀβραὰμ διὰ τὴν ὁμοίαν πίστιν ὄντες.

「それでは、ここでキリストはアブラハムに対して何をさらに恵み与えているのか。それは、同じ召しの声によって彼を呼ばれたことである。彼が住んでいた地から出て行くようにと言われたのである。そして我々もまた、あの同じ声によってすべて召され、我々はすでに、地のほかの住民たちの共通の慣わしに従って悪しく生きていたその生き方から出て来たのである。そして我々は、アブラハムと共に、聖なる地を相続するであろう。限りなき世々にわたって、その相続を受けるのである。同じ信仰のゆえに、アブラハムの子らであるからである。」

Dialogus cum Tryphone Iudaeo 119.6

6

Ὃν γὰρ τρόπον ἐκεῖνος τῇ φωνῇ τοῦ θεοῦ ἐπίστευσε καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς τῇ φωνῇ τοῦ θεοῦ, τῇ διά τε τῶν ἀποστόλων τοῦ Χριστοῦ λαληθείσῃ πάλιν καὶ τῇ διὰ τῶν προφητῶν κηρυχθείσῃ ἡμῖν, πιστεύσαντες μέχρι τοῦ ἀποθνήσκειν πᾶσι τοῖς ἐν τῷ κόσμῳ ἀπεταξάμεθα. Ὁμοιόπιστον οὗν τὸ ἔθνος καὶ θεοσεβὲς καὶ δίκαιον, εὐφραῖνον τὸν πατέρα, ὑπισχνεῖται αὐτῷ, ἀλλ᾿ οὐχ ὑμᾶς, οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς.

「なぜなら、彼が神の声を信じ、それが彼にとって義と認められたのと同じしかたで、我々もまた、キリストの使徒たちを通して再び語られ、また預言者たちを通して我々に告げ知らされた神の声を信じ、死に至るまで、世にあるすべてのものに別れを告げたからである。それゆえ、同じ信仰を持ち、敬神にして正しく、父を喜ばせる国民が、彼に約束されているのであって、その中に信のない諸君ではないのである。」