ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXIII 第XXIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 23.1

1

Ἐὰν δὲ ταῦτα οὕτως μὴ ὁμολογήσωμεν, συμβήσεται ἡμῖν εἰς ἄτοπα ἐμπίπτειν νοήματα, ὡς τοῦ αὐτοῦ θεοῦ μὴ ὄντος τοῦ κατὰ τὸν Ἐνὼχ καὶ τοὺς ἄλλους πάντας, οἵ μήτε περιτομὴν τὴν κατὰ σάρκα ἔχοντες μήτε σάββατα ἐφύλαξαν μήτε δὲ τὰ ἅλλα, Μωσέως ἐντειλαμένου ταῦτα ποιεῖν, ἢ τὰ αὐτὰ αὐτὸν δίκαια μὴ ἀεὶ πᾶν γένος ἀνθρώπων βεβουλῆσθαι πράσσειν· ἅπερ γελοῖα καὶ ἀνόητα ὁμολογεῖν φαίνεται.

「もし我々がこれをこのように認めないなら、我々は不合理な考えに陥ることになるだろう。すなわち、エノクや他のすべての者たちに対する神が同一の神でないか、あるいは彼〔神〕が同じ正しいことを、あらゆる人間の族に対して常に望んだのではなかった、というふうに。エノクや他の者たちは、肉による割礼も持たず、安息日も守らず、モーセが命じた他のことも行わなかったのだから。これらを認めるのは、滑稽で愚かなことと思われる。」

Dialogus cum Tryphone Iudaeo 23.2

2

Δι᾿ αἰτίαν δὲ τὴν τῶν ἁμαρτωλῶν ἀνθρώπων τὸν αὐτὸν ὄντα ἀεὶ ταῦτα καὶ τὰ τοιαῦτα ἐντετάλθαι ὁμολογεῖν, καὶ φιλάνθρωπον καὶ προγνώστην καὶ ἀνενδεῆ καὶ δίκαιον καὶ ἀγαθὸν ἀποφαίνειν ἔστιν. Ἐπεὶ εἰ μὴ ταῦτα οὕτως ἔχει, ἀποκρίνασθέ μοι, ὦ ἄνδρες, περὶ τῶν ζητουμένων τούτων ὅ τι φρονεῖτε.

「むしろ、罪深い人間たちのゆえに、同一の神がこれらのことやそれに類することを命じたのだと認めることこそ、神を人間を愛する者、先見の者、何ものにも欠けることのない者、正しい者、善き者として示すことになる。もしこれがそうでないというなら、方々よ、この問われていることについて諸君がどう考えるか、私に答えてほしい。」

Dialogus cum Tryphone Iudaeo 23.3

3

Καὶ μηδὲν μηδενὸς ἀποκριναμένου· Διὰ ταῦτά σοι, ὦ Τρύφων, καὶ τοῖς βουλομένοις προσηλύτοις γενέσθαι κηρύξω ἐγὼ θεῖον λόγον, ὄν παρ᾿ ἐκείνου ἤκουσα τοῦ ἀνδρός. Ὁρᾶτε ὅτι τὰ στοιχεῖα οὐκ ἀργεῖ οὐδὲ σαββατίζει. Μείνατε ὡς γεγένησθε. Εἰ γὰρ πρὸ τοῦ Ἀβραὰμ οὐκ ἦν χρεία περιτομῆς οὐδὲ πρὸ Μωσέως σαββατισμοῦ καὶ ἑορτῶν καὶ προφορῶν, οὐδὲ νῦν, μετὰ τὸν κατὰ τὴν βουλὴν τοῦ θεοῦ διὰ Μαρίας τῆς ἀπὸ γένους τοῦ Ἀβραὰμ. παρθένου γεννηθέντα υἱὸν θεοῦ Ἰησοῦν Χριστόν, ὁμοίως ἐστὶ χρεία.

そして誰ひとり何も答えなかった。「それゆえ、トリュフォンよ、また改宗者になろうとする者たちに、私はかの人〔老人〕から聞いた神的な言葉を告げ知らせよう。『見よ、もろもろの元素は怠けることも安息日を守ることもしない。諸君は生まれたそのままにとどまるがよい。もしアブラハムより前に割礼の必要がなく、モーセより前に安息日を守ることや祭りや供え物の必要がなかったのなら、今も同様に――アブラハムの族から出た処女マリアを通して神の御旨に従って生まれた神の子イエス・キリストの後にも――その必要はない。』」

Dialogus cum Tryphone Iudaeo 23.4

4

Καὶ γὰρ αὐτὸς ὁ Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν διὰ τὴν πίστιν, ἣν ἐπίστευσε τῷ θεῷ, ἐδικαιώθη καὶ εὐλογήθη, ὡς ἡ γραφὴ σημαίνει· τὴν δὲ περιτομὴν εἰς σημεῖον, ἀλλ᾿ οὐκ εἰς δικαιοσύνην ἔλαβεν, ὡς καὶ αἱ γραφαὶ καὶ τὰ πράγματα ἀναγκάζει ἡμᾶς ὁμολογεῖν. Ὥστε δικαίως εἴρητο περὶ ἐκείνου τοῦ λαοῦ, ὅτι ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ γένους αὐτῆς, ἣ οὐ περιτμηθήσεται τῇ ἡμέρᾳ τῇ ὀγδόῃ.

「アブラハム自身、無割礼のままでありながら、神を信じたその信仰のゆえに義とされ祝福された。聖書がそう示すとおりである。そして割礼は、しるしとして受けたのであって、正義のためにではなかった。聖書も事実もそのように我々に認めさせるのである。それゆえ、かの民について、八日目に割礼を受けない魂はその族から絶たれるだろう、と正当に言われていたのである。」

Dialogus cum Tryphone Iudaeo 23.5

5

Καὶ τὸ μὴ δύνασθαι δὲ τὸ θῆλυ γένος τὴν σαρκικὴν περιτομὴν λαμβάνειν δείκνυσιν ὅτι εἰς σημεῖον ἡ περιτομὴ αὕτη δέδοται, ἀλλ᾿ οὐχ ὡς ἔργον δικαιοσύνης· τὰ γὰρ δίκαια καὶ ἐνάρετα ἅπαντα ὁμοίως καὶ τὰς θηλείας δύνασθαι φυλάσσειν ὁ θεὸς ἐποίησεν. Ἀλλὰ σχῆμα μὲν τὸ τῆς σαρκὸς ἕτερον καὶ ἕτερον ὁρῶμεν γεγενημένον ἄρρενος καὶ θηλείας, διὰ δὲ τοῦτο οὐδὲ δίκαιον οὐδὲ ἄδικον οὐδέτερον αὐτῶν ἐπιστάμεθα, ἀλλὰ δι᾿ εὐσέβειαν καὶ δικαιοσύνην.

「また、女性の族が肉による割礼を受けることができないということも、この割礼がしるしとして与えられたのであって、正義の業としてではないことを示している。神は、正しく徳にかなうことのすべてを、女性たちも同様に守ることができるようにお造りになったからである。しかし我々は、男と女とで肉の形が互いに異なって造られているのを見るが、そのことのゆえに、そのいずれをも正しいとも不義とも見なさない。むしろ敬虔と正義のゆえにそう見なすのである。」