ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput C 第C章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 100.1

1

Τὸ δὲ ἀκόλουθον· Σὺ δὲ ἐν ἁγίῳ κατοικεῖς, ὁ ἔπαινος, Ἰσραήλ· ἐσήμαινεν ὅτι ἐπαίνου ἄξιον καὶ θαυμασμοῦ μέλλει ποιεῖν, μετὰ τὸ σταυρωθῆναι ἀνίστασθαι μέλλων τῇ τρίτῃ ἡμέρᾳ ἐκ νεκρῶν, ὃ ἀπὸ τοῦ πατρὸς αὐτοῦ λαβὼν ἔχει. Ὅτι γὰρ καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καλεῖται ὁ Χριστός, ἀπέδειξα· καὶ οὐ μόνον ἐν τῇ εὐλογίᾳ καὶ Ἰωσὴφ καὶ Ἰούδα τὰ περὶ αὐτοῦ κεκηρύχθαι ἐν μυστηρίῳ ἀπέδειξα, καὶ ἐν τῷ εὐαγγελίῳ δὲ γέγραπται εἰπών· Πάντα μοι παραδέδοται ὑπὸ τοῦ πατρός, καὶ οὐδεὶς γινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱός, οὐδὲ τὸν υἱὸν εἰ μὴ ὁ πατὴρ καὶ οἷς ἂν ὁ υἱὸς ἀποκαλύψῃ.

さて、これに続く「されどあなたは聖なる所に住み、イスラエルの誉れである」という言葉は、彼が十字架にかけられたのち、三日目に死者の中から甦ろうとしているという、称賛と驚嘆に値することを行おうとしていることを示していた。これは彼が父から受けて持っているものである。実に、キリストがヤコブとも、イスラエルとも呼ばれることは、私はすでに示した。また、ヨセフとユダに対する祝福において、彼についてのことが奥義のうちに告げ知らされていたことだけでなく、福音書にもこう書かれている。「すべてのものは父から私に委ねられた。父を知る者は子のほかになく、子を知る者も、父と、子が示そうと望む者のほかにはいない。」

Dialogus cum Tryphone Iudaeo 100.2

2

Ἀπεκάλυψεν οὖν ἡμῖν πάντα ὅσα καὶ ἀπὸ τῶν γραφῶν διὰ τῆς χάριτος αὐτοῦ νενοήκαμεν, γνόντες αὐτὸν πρωτότοκον μὲν τοῦ θεοῦ καὶ πρὸ πάντων τῶν κτισμάτων, καὶ τῶν πατριαρχῶν υἱόν, ἐπειδή, διὰ τῆς ἀπὸ γένους αὐτῶν παρθένου σαρκοποιηθείς, ἄνθρωπος ἀειδής καὶ ἄτιμος καὶ παθητὸς ὑπέμεινε γενέσθαι.

それゆえ彼は、我々が聖書からその恩恵によって理解したことをことごとく、我々に啓示された。すなわち、我々は彼が神の長子であり、あらゆる被造物に先立つ方であること、また族長たちの子であることを知った。というのも、彼らの族から出た処女を通して肉となり、見目なく、辱められ、苦しみを受ける人となることを甘んじて受け入れたからである。

Dialogus cum Tryphone Iudaeo 100.3

3

Ὅθεν καὶ ἐν τοῖς λόγοις αὐτοῦ ἔφη, ὅτε περὶ τοῦ πάσχειν αὐτὸν μέλλειν διελέγετο, ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν Φαρισαίων καὶ γραμματέων, καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. Υἱὸν οὖν ἀνθρώπου ἑαυτὸν ἔλεγεν, ἤτοι ἀπὸ τῆς γεννήσεως τῆς διὰ παρθένου, ἥτις ἦν, ὡς ἔφην, ἀπὸ τοῦ Δαυῒδ καὶ Ἰακὼβ καὶ Ἰσαὰκ καὶ Ἀβραὰμ γένους, ἢ διὰ τὸ εἶναι αὐτὸν τὸν Ἀδὰμ πατέρα καὶ τούτων τῶν καθηριθμημένων, ἐξ ὧν κατάγει ἡ Μαρία τὸ γένος· καὶ γὰρ πατέρας τῶν γεννωμένων ταῖς θυγατράσιν αὐτῶν τέκνων τοὺς τῶν θηλειῶν γεννήτορας ἐπιστάμεθα.

それゆえ彼は、自らが苦しみを受けようとしていることについて語ったとき、その言葉の中でこう言った。「人の子は多くの苦しみを受け、ファリサイ派の人々と律法学者たちによって退けられ、十字架にかけられ、三日目に甦らねばならない」。それゆえ彼は自らを人の子と呼んだのであるが、それは処女による誕生――それは、私が述べたとおり、ダビデ、ヤコブ、イサク、アブラハムの族から出たものであった――に由来するか、あるいは、マリアがその血筋を引くこれらの数え上げられた者たちの父であるアダムが、彼の父であることに由来するのである。実に、我々は、娘たちから生まれる子らの父を、その女性たちを生んだ父祖たちであると理解しているからである。

Dialogus cum Tryphone Iudaeo 100.4

4

Καὶ γὰρ υἱὸν θεοῦ, Χριστόν, κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ ἀποκάλυψιν ἐπιγνόντα αὐτὸν ἔνα τῶν μαθητῶν αὐτοῦ, Σίμωνα πρότερον καλούμενον, ἐπωνόμασε Πέτρον. Καὶ υἱὸν θεοῦ γεγραμμένον αὐτὸν ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων αὐτοῦ ἔχοντες καὶ υἱὸν αὐτὸν λέγοντες νενοήκαμεν ὄντα καὶ πρὸ πάντων ποιημάτων ἀπὸ τοῦ πατρὸς δυνάμει αὐτοῦ καὶ βουλῇ προελθόντα, ὃς καὶ σοφία καὶ ἡμέρα καὶ ἀνατολὴ καὶ μάχαιρα καὶ λίθος καὶ ῥάβδος καὶ Ἰακὼβ καὶ Ἰσραὴλ κατ᾿ ἄλλον καὶ ἄλλον τρόπον ἐν τοῖς τῶν προφητῶν λόγοις προσηγόρευται, καὶ διὰ τῆς παρθένου ἄνθρωπον γεγονέναι, ἵνα καὶ δι᾿ ἦς ὁδοῦ ἡ ἀπὸ τοῦ ὄφεως παρακοὴ τὴν ἀρχὴν ἔλαβε, διὰ ταύτης τῆς ὁδοῦ καὶ κατάλυσιν λάβῃ.

実に、弟子たちの一人、以前はシモンと呼ばれていた者が、父の啓示によって彼を神の子キリストと認めたとき、彼はその者にペトロという名を与えた。そして我々は、彼が使徒たちの回想録の中に神の子と書き記されているのを目にし、また彼を子と呼びながら、彼があらゆる造られたものに先立って、その父から、父の力と意志によって出て来た方であること、そしてその方が、預言者たちの言葉の中で、知恵とも、日とも、東とも、剣とも、石とも、杖とも、ヤコブとも、イスラエルとも、それぞれ異なる仕方で呼ばれていること、また、蛇による不従順が始まったその同じ道を通って、その同じ道によってその不従順が滅びを受けるように、処女を通して人となったことを理解している。

Dialogus cum Tryphone Iudaeo 100.5

5

Παρθένος γὰρ οὖσα Εὔα καὶ ἄφθορος, τὸν λόγον τὸν ἀπὸ τοῦ ὄφεως συλλαβοῦσα, παρακοὴν καὶ θάνατον ἔτεκε· πίστιν δὲ καὶ χαρὰν λαβοῦσα Μαρία ἡ παρθένος, εὐαγγελιζομένου αὐτῇ Γαβριὴλ ἀγγέλου ὅτι πνεῦμα κυρίου ἐπ᾿ αὐτὴν ἐπελεύσεται καὶ δύναμις ὑψίστου ἐπισκιάσει αὐτήν, διὸ καὶ τὸ γεννώμενον ἐξ αὐτῆς ἅγιόν ἐστιν υἱὸς θεῦ, ἀπεκρίνατο· Γένοιτό μοι κατὰ τὸ ῥῆμά σου.

実に、処女であり、まだ汚されていなかったエヴァは、蛇からの言葉を宿して、不従順と死とを産んだ。しかし処女マリアは、信仰と喜びを受け、天使ガブリエルから、主の霊が彼女の上に臨み、いと高き方の力が彼女を覆うゆえに、彼女から生まれるものは聖なるもの、神の子であるという良き知らせを受けたとき、こう答えた。「あなたの言葉のとおり、私になりますように」。

Dialogus cum Tryphone Iudaeo 100.6

6

Καὶ διὰ ταύτης γεγέννηται οὗτος, περὶ οὗ τὰς τοσαύτας γραφὰς ἀπεδείξαμεν εἰρῆσθαι, δι᾿ οὗ ὁ θεὸς τόν τε ὄφιν καὶ τοὺς ὁμοιωθέντας ἀγγέλους καὶ ἀνθρώπους καταλύει, ἀπαλλαγὴν δὲ τοῦ θανάτου τοῖς μεταγινώσκουσιν ἀπὸ τῶν φαύλων καὶ πιστεύουσιν εἰς αὐτὸν ἐργάζεται.

そして、この方はこの処女によって生まれた。この方について、我々はこれほど多くの聖書箇所が語られていることを示した。この方によって、神は蛇と、それに似た者となった天使たちと人間たちとを滅ぼし、悪から立ち返って彼を信じる者たちには、死からの解放をもたらされるのである。