Dialogus cum Tryphone Iudaeo 54.1
Καὶ τὸ ὑπὸ Μωσέως δὲ ἀνιστορημένον καὶ ὑπὸ τοῦ πατριάρχου Ἰακὼβ προπεφητευμένον, τὸ Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ καὶ (??)ν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. τὸ τῷ αἵματι αὐτοῦ ἀποπλύνειν μέλλειν τοὺς πιστεύοντας αὐτῷ. ἐδήλου. Στολὴν γὰρ αὐτοῦ ἐκάλεσε τὸ ἅγιον πνεῦμα τοὺς δι᾿ αὐτοῦ ἄφεσιν ἁμαρτιῶν λαβόντας, ἐν οἷς ἀεὶ δυνάμει μὲν πάρεστι. καὶ ἐναργῶς δὲ παρέσται ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.
「そしてモーセによって記され、族長ヤコブによって預言されていたこと、『彼はその衣をぶどう酒で洗い、その上着をぶどうの血で洗うであろう』は、彼を信じる者たちを、彼自身の血によって洗い清めることになるということを示していた。というのも、聖なる霊は、彼を通して罪の赦しを受けた者たちを『彼の衣』と呼んだのであり、彼はその者たちのうちに、常に力においては現在しており、彼の第二の来臨においては、明らかな仕方で現在するであろうからである。」
Dialogus cum Tryphone Iudaeo 54.2
Τὸ δὲ αἷμα τῆς σταφυλῆς εἰπεῖν τὸν λόγον, διὰ τῆς τέχνης δεδήλωκεν ὅτι αἷμα μὲν ἔχει ὁ Χριστός, ἀλλ᾿ οὐκ ἐξ ἀνθρώπου σπέρματος, ἀλλ᾿ ἐκ τῆς τοῦ θεοῦ δυνάμεως. Ὃν γὰρ τρόπον τὸ τῆς ἀμπέλου αἷμα οὐκ ἄνθρωπος ἐγέννησεν ἀλλὰ θεός, οὕτως καὶ τὸ τοῦ Χριστοῦ αἷμα οὐκ ἐξ ἄνθρωπείου γένους ἔσεσθαι. ἀλλ᾿ ἐκ θεοῦ δυνάμεως προεμήνυσεν. Ἡ δὲ προφητεία αὕτη, ὦ ἄνδρες, ἣν ἔλεγον, ἀποδεικνύει ὅτι οὐκ ἔστιν ὁ Χριστὸς ἄνθρωπος ἐξ ἀνθρώπων, κατὰ τὸ κοινὸν τῶν ἀνθρώπων γεννηθείς.
「そして、ロゴスが『ぶどうの血』と言ったことは、その巧みな言い回しによって、キリストが血を持つとはいえ、それが人間の種からではなく、神の力から出たものであることを示していた。というのも、ぶどうの木の血を生んだのは人間ではなく神であるように、キリストの血もまた人間の種族からではなく、神の力から出るであろうことを、あらかじめ告げていたからである。諸君よ、私が語ってきたこの預言は、キリストが、人間一般の生まれ方に従って、人間から生まれた人間ではないことを証明している。」