ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXIV 第CXXIV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 124.1

1

Καὶ ἐπειδὴ εἶδον αὐτοὺς συνταραχθέντας ἐπὶ τῷ εἰπεῖν με καὶ θεοῦ τέκνα εἶναι ἡμᾶς, προλαβὼν τὸ ἀνερωτηθῆναι εἶπον· Ἀκούσατε, ὦ ἄνδρες, πῶς τὸ ἅγιον πνεῦμα λέγει περὶ τοῦ λαοῦ τούτου, ὅτι υἱοὶ ὑψίστου πάντες εἰσὶ καὶ ἐν τῇ συναγωγῇ αὐτῶν παρέσται αὐτὸς οὗτος ὁ Χριστός, τὴν κρίσιν ἀπὸ παντὸς γένους ἀνθρώπων ποιούμενος.

そして、私が「我々もまた神の子らである」と言ったことに、彼らが動揺しているのを見たので、私は問い返されるのを先取りして言った。「人々よ、聖なる霊がこの民について、彼らは皆いと高き方の子らであり、このキリストご自身が彼らの集会に臨在し、あらゆる人間の族から裁きを行われるのだ、といかに語っているかを聞くがよい。」

Dialogus cum Tryphone Iudaeo 124.2

2

Εἴρηνται δὲ οἱ λόγοι διὰ Δαυΐδ, ὡς μὲν ὑμεῖς ἐξηγεῖσθε, οὕτως· Ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει. Ἕως πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ καὶ πτωχῷ καὶ ταπεινὸν καὶ πένητα δικαιώσατε. Ἐξέλεσθε πένητα, καὶ πτωχὸν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε. Οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται· σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς. Ἐγὼ εἶπα· Θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωπος ἀποθνήσκετε, καὶ ὡς εἶς τῶν ἀρχόντων πίπτετε. Ἀνάστα ὁ θεός, κρῖνον τὴν γῆν, ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσι τοῖς ἔθνεσιν.

「この言葉はダビデを通して、諸君が解釈するとおりには、こう語られている。『神は神々の集会に立たれ、その中にあって神々を裁かれる。汝らはいつまで不義を裁き、罪人の顔を立てるのか。孤児と貧しき者とを裁き、卑しい者と乏しい者とを義とせよ。乏しい者を助け出し、貧しい者を罪人の手から救い出せ。彼らは知らず、悟らず、暗闇の中を歩む。地のもろもろの基はことごとく揺らぐであろう。私は言った、汝らは神々であり、皆いと高き方の子らである、と。しかし汝らは人間のように死に、支配者のひとりのように倒れるであろう。神よ、立ち上がり、地を裁かれよ。汝はすべての諸国民のうちで相続を受けられるからである。』」

Dialogus cum Tryphone Iudaeo 124.3

3

Ἐν δὲ τῇ τῶν ἑβδομήκοντα ἐξηγήσει εἴρηται· Ἰδοὺ δὴ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε· ἵνα δηλώσῃ καὶ τὴν παρακοὴν τῶν ἀνθρώπων, τοῦ Ἀδὰμ λέγω καὶ τῆς Εὔας, καὶ τὴν πτῶσιν τοῦ ἑνὸς τῶν ἀρχόντων, τουτέστι τοῦ κεκλημένου ἐκείνου ὄφεως, πεσόντος πτῶσιν μεγάλην διὰ τὸ ἀποπλανῆσαι τὴν Εὔαν.

「だが、七十人訳の解釈においては、こう言われている。『見よ、汝らは人間たちのように死に、支配者のひとりのように倒れる。』それは、人間たちの不従順、すなわちアダムとエバの不従順をも、また支配者のひとり、すなわち、あの蛇と呼ばれた者の転落——エバを惑わしたことによって大いなる転落を遂げたその転落をも、明らかにするためである。」

Dialogus cum Tryphone Iudaeo 124.4

4

Ἀλλ᾿ ἐπειδὴ οὐ πρὸς τοῦτό μοι νῦν ὁ λόγος λέλεκται, ἀλλὰ πρὸς τὸ ἀποδεῖξαι ὑμῖν ὅτι τὸ πνεῦμα τὸ ἅγιον ὀνειδίζει τοὺς ἀνθρώπους, τοὺς καὶ θεῷ ὁμοίως ἀπαθεῖς καὶ ἀθανάτους, ἐὰν φυλάξωσι τὰ προστάγματα αὐτοῦ, γεγενημένους, καὶ κατηξιωμένους ὑπ᾿ αὐτοῦ υἱοὺς αὐτοῦ καλεῖσθαι, καὶ οὗτοι ὁμοίως τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ ἐξομοιούμενοι θάνατον ἑαυτοῖς ἐργάζονται, ἐχέτω καὶ ἡ ἑρμηνεία τοῦ ψαλμοῦ ὡς βούλεσθε· καὶ οὕτως ἀποδέδεικται ὅτι θεοὶ κατηξίωνται γενέσθαι, καὶ υἱοὶ ὑψίστου πάντες δύνασθαι γενέσθαι κατηξίωνται, καὶ παρ᾿ ἑαυτοὺς καὶ κρίνεσθαι καὶ καταδικάζεσθαι μέλλουσιν, ὡς καὶ Ἀδὰμ καὶ Εὔα. Ὅτι δὲ καὶ θεὸν τὸν Χριστὸν καλεῖ, ἐν πολλοῖς ἀποδέδεικται.

「しかし、今の私の論は、この点に向けられているのではなく、聖なる霊が、その戒めを守るならば神と同じように無情念にして不死なる者となるべく生まれ、また神によってその子らと呼ばれるにふさわしいとされた人間たちを非難していること、そして、この者たちがアダムとエバに等しくなって、自らに死をもたらしていることを、諸君に証明することに向けられている。それゆえ、この詩篇の解釈は諸君の望むままにしておいてよい。そしてこのようにして、人間たちが神々となるにふさわしいとされたこと、また皆がいと高き方の子らとなりうるにふさわしいとされたこと、そして彼ら自身のせいで、アダムとエバと同じように、裁かれ、断罪されることになろうことが、証明されている。そして、キリストをも神と呼んでいることは、すでに数多くの箇所で証明されている。」