Dialogus cum Tryphone Iudaeo 82.1
Παρὰ γὰρ ἡμῖν καὶ μέχρι νῦν προφητικὰ χαρίσματά ἐστιν, ἐξ οὗ καὶ αὐτοὶ συνιέναι ὀφείλετε, ὅτι τὰ πάλαι ἐν τῷ γένει ὑμῶν ὄντα εἰς ἡμᾶς μετετέθη. Ὅνπερ δὲ τρόπον καὶ ψευδοπροφῆται ἐπὶ τῶν παρ᾿ ὑμῖν γενομένων ἁγίων προφητῶν ἦσαν, καὶ παρ᾿ ἡμῖν νῦν πολλοί εἰσι καὶ ψευδοδιδάσκαλοι, οὓς φυλάσσεσθαι προεῖπεν ἡμῖν ὁ ἡμέτερος κύριος, ὡς ἐν μηδενὶ ὑστερεῖσθαι ἡμᾶς, ἐπισταμένους ὅτι προγνώστης ἦν τῶν μετὰ τὴν ἀνάστασιν αὐτοῦ τὴν ἀπὸ τῶν νεκρῶν καὶ ἄνοδον τὴν εἰς οὐρανὸν μελλόντων γίνεσθαι ἡμῖν.
というのも、我々のもとには今なお預言の賜物があり、そのことからも、諸君の族の中に昔あったものが我々のもとへと移されたことを、諸君自身も理解すべきだからである。ちょうど、諸君のもとにいた聖なる預言者たちの傍らに偽預言者たちがいたのと同じように、我々のもとにも今、多くの偽教師たちがいる。我々の主は彼らを警戒するようにと前もって我々に告げられた。それは我々が何一つ欠けることのないようにするためであり、主が、死者からのご自身の復活と天への昇りとののちに我々に起こるはずのことを、あらかじめ知っておられたからである。
Dialogus cum Tryphone Iudaeo 82.2
Εἶπε γὰρ ὅτι φονεύεσθαι καὶ μισεῖσθαι διὰ τὸ ὄνομα αὐτοῦ μέλλομεν, καὶ ὅτι ψευδοπροφῆται καὶ ψευδόχριστοι πολλοὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ παρελεύσονται καὶ πολλοὺς πλανήσουσιν· ὅπερ καὶ ἔστι.
というのも、主は、我々がその名のために殺され、憎まれることになる、と語られたし、また、多くの偽預言者や偽キリストが、彼の名のもとに現れて、多くの者を惑わすであろう、とも語られたからである。そしてそのとおりになっている。
Dialogus cum Tryphone Iudaeo 82.3
Πολλοὶ γὰρ ἄθεα καὶ βλάσφημα καὶ ἄδικα ἐν ὀνόματι αὐτοῦ παραχαράσσοντες ἐδίδαξαν, καὶ τὰ ἀπὸ τοῦ ἀκαθάρτου πνεύματος διαβόλου ἐμβαλλόμενα ταῖς διανοίαις αὐτῶν ἐδίδαξαν καὶ διδάσκουσι μέχρι νῦν· οὓς ὁμοίως ὑμῖν μεταπείθειν μὴ πλανᾶσθαι ἀγωνιζόμεθα, εἰδότες ὅτι πᾶς ὁ δυνάμενος λέγειν τὸ ἀληθὲς καὶ μὴ λέγων κριθήσεται ὑπὸ τοῦ θεοῦ, ὡς διὰ τοῦ Ἰεζεκιὴλ διεμαρτύρατο ὁ θεός, εἰπὼν ὅτι Σκοπὸν τέθεικά σε τῷ οἴκῳ Ἰούδα. Ἐὰν ἁμάρτῃ ὁ ἁμαρτωλὸς καὶ μὴ διαμαρτύρῃ αὐτῷ, αὐτὸς μὲν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀπολεῖται, παρὰ τοῦ δὲ τὸ αἷμα αὺτοῦ ἐκζητήσω· ἐὰν δὲ διαμαρτύρῃ αὐτῷ, ἀθῷος ἔσῃ.
というのも、多くの者が彼の名を偽り用いて、無神論的で冒瀆的で不義なことを教えたし、悪魔の汚れた霊から彼らの思いに投げ入れられたものを教えたし、今に至るまで教えているからである。我々は、諸君に対するのと同様に、彼らをも、惑わされないようにと説き直そうと努めている。というのも、真理を語ることができるのにそれを語らない者は誰でも神に裁かれる、と我々は知っているからである。神がエゼキエルを通してこう証しされたとおりである。『私はお前を、ユダの家のための見張りとして立てた。もし罪びとが罪を犯し、お前が彼に証ししないなら、彼はその罪のうちに滅びるが、私はその血をお前の手から求めるであろう。しかしもし彼に証しするなら、お前は潔白であろう。』
Dialogus cum Tryphone Iudaeo 82.4
Διὰ δέος οὖν καὶ ἡμεῖς σπουδάζομεν ὁμιλεῖν κατὰ τὰς γραφάς, ἀλλ᾿ οὐ διὰ φιλοχρηματίαν ἢ φιλοδοξίαν ἢ φιληδονίαν· ἐν οὐδενὶ γὰρ τούτων ἐλέγξαι ἡμᾶς ὄντας δύναταί τις. Οὐδὲ γὰρ ὁμοίως τοῖς ἄρχουσι τοῦ λαοῦ τοῦ ὑμετέρου θέλομεν ζῆν, οὓς ὀνειδίζει ὁ θεὸς λέγων· Οἱ ἄρχοντες ὑμῶν κοινωνοὶ κλεπτῶν, φιλοῦντες δῶρα, διώκοντες ἀνταπόδομα. Εἰ δέ τινας καὶ ἐν ἡμῖν τοιούτους γνωρίζετε, ἀλλ᾿ οὖν γε τὰς γραφὰς καὶ τὸν Χριστὸν διὰ τοὺς τοιούτους μὴ βλλασφημῆτε καὶ παρεξηγεῖσθαι σπουδάζητε.
それゆえ、我々もまた、恐れのゆえに聖書にしたがって語ろうと努めているのであって、金銭を愛するがゆえでも、栄誉を愛するがゆえでも、快楽を愛するがゆえでもない。これらのいずれにおいても、誰も我々を咎めることはできない。我々は、諸君の民の支配者たちのように生きることを望んでいるのでもない。神は彼らを『汝らの支配者たちは盗人の仲間であり、贈り物を愛し、報いを追い求める』と言って責められる。しかし、もし諸君が我々のうちにもそのような者たちがいると知っているとしても、そのような者たちのゆえに聖書とキリストとを冒瀆し、曲げて解釈しようと努めることのないようにしてもらいたい。