ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXXII 第CXXXII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 132.1

1

Καὶ πρὸς τούτοις ἐμοσχοποιήσατε καὶ πρὸς τὰς θυγατέρας τῶν ἀλλογενῶν πορνεῦσαι καὶ εἰδωλολατρῆσαι ἐσπουδάσατε, καὶ μετὰ ταῦτα πάλιν, τῆς γῆς ὑμῖν παραδοθείσης μετὰ δυνάμεως τοσαύτης, ὡς καὶ τὸν ἥλιον θεάσασθαι ὑμᾶς προστάξει τοῦ ἀνδρὸς ἐκείνου τοῦ ἐπονομασθέντος τῷ Ἰησοῦ ὀνόματι σταθέντα ἐν τῷ οὐρανῷ καὶ μὴ δύναντα μέχρι ὡρῶν τριάκοντα ἕξ, καὶ τὰς ἄλλας πάσας δυνάμεις τὰς κατὰ καιρὸν γεγενημένας ὑμῖν· ὧν καὶ ἄλλην μίαν καταριθμῆσαι τανῦν εἶναί μοι δοκεῖ· συναίρεται γὰρ πρὸς τὸ καὶ ἐξ αὐτῆς συνιέναι ὑμᾶς τὸν Ἰησοῦν, ὃν καὶ ἡμεῖς ἐπέγνωμεν Χριστὸν υἱὸν θεοῦ, σταυρωθέντα καὶ ἀναστάντα καὶ ἀνεληλυθότα εἰς τοὺς οὐρανοὺς καὶ πάλιν παραγενησόμενον κριτὴν πάντων ἁπλῶς ἀνθρώπων μέχρις αὐτοῦ Ἀδάμ.

そしてこれに加えて、諸君は子牛を造り、異邦の娘たちに向かって淫らな行いをし、偶像を拝もうと熱心になった。そしてこの後、再び、地が諸君に与えられた際には、あれほどの力とともに与えられたので、諸君は、イエスという名で呼ばれたあの男の命令によって、太陽が天にとどまり、三十六時間も沈まないのを見るほどであった。また諸君に折々与えられた他のすべての力についても同様である。そのうちのもう一つを、今ここで数え上げるのがよいと私には思われる。というのも、それによって諸君が、そこから、イエス——我々もまたこの方を神の子キリストであると知った方であり、十字架にかけられ、甦り、天に昇り、再びすべての人間、アダムその人に至るまでのすべての人間の裁き主として来臨する方——を理解する助けとなるからである。

Dialogus cum Tryphone Iudaeo 132.2

2

Ἐπίστασθε οὖν, ἔλεγον, ὅτι, τῆς σκηνῆς τοῦ μαρτυρίου ὑπὸ τῶν περὶ Ἀζωτίους πολεμίων ἁρπαγείσης καὶ πληγῆς αὐτοῖς γεγενημένης φοβερᾶς καὶ ἀνιάτου, ἐβουλεύσαντο ἐφ᾿ ἁμάξης, ὑφ᾿ ᾗ δαμάλεις νεοτόκους ἔζευξαν, ἐπιθεῖναι, εἰς πεῖραν τοῦ γνῶναι εἰ δυνάμει θεοῦ διὰ τὴν σκηνὴν πεπληγμένοι εἰσὶ καὶ βούλεται ὁ θεὸς ἀπενεχθῆναι αὐτὴν ὅθεν ἐλήφθη.

「それゆえ、諸君は知っているであろう」と私は言った、「証しの天幕が、アシュドド人とその周辺の敵たちによって奪われ、彼らに恐ろしく癒しがたい災いが下った時、彼らは、それを荷車の上に載せ、その荷車には産んだばかりの雌牛を繋ぐことを協議した。それは、彼らが神の力によって、その天幕のゆえに打たれたのかどうか、また神がそれを、奪われた場所へと運び返すことを望んでいるのかどうかを、試して知るためであった。」

Dialogus cum Tryphone Iudaeo 132.3

3

Καί, πραξάντων τοῦτο, αἱ δαμάλεις, ὑπὸ μηδενὸς ὁδηγούμεναι ἀνθρώπων, οὐκ ἦλθον μὲν εἰς τὸν τόπον ὁπόθεν εἴληπτο ἡ σκηνή, ἀλλ᾿ εἰς χωρίον τινὸς ἀνδρὸς καλουμένου Αὐσῆ, ὁμωνύμου ἐκείνου τοῦ μετονομασθέντος τῷ Ἰησοῦ ὀνόματι, ὡς προελέλεκτο, ὃς καὶ εἰσήγαγε τὸν λαὸν εἰς τὴν γῆν καὶ κατεκληροδότησεν αὐτοῖς αὐτήν· εἰς ὃ χωρίον ἐλθοῦσαι μεμενήκασι, δεικνυμένου ὑμῖν καὶ διὰ τούτων, ὅτι τῷ τῆς δυνάμεως ὀνόματι ὡδηγήθησαν, ὡς πρότερον ὁ περιλειφθεὶς λαὸς ἀπὸ τῶν ἀπ᾿ Αἰγύπτου ἐξελθόντων διὰ τοῦ λαβόντος τὸ Ἰησοῦ ὄνομα, Αὐσῆ πρότερον καλουμένου, εἰς τὴν γῆν ὡδηγήθη.

そして、彼らがこれを行うと、雌牛たちは、何人にも導かれることなく、天幕が奪われたその場所へは行かず、ホセアという名の、ある男の所有地へと向かった。この男は、先に述べたように、イエスという名に改名されたあの者と同名の者であり、民を地へと導き入れ、それを彼らに割り当てて分け与えた者である。雌牛たちはその場所に来てとどまったのであり、これによっても諸君に示されているのは、〔雌牛たちが〕あの力の名によって導かれたということであり、それはかつて、エジプトを出た者たちのうちの残りの民が、イエスの名を受けた者——先にはホセアと呼ばれていた者——を通して、その地へと導かれたのと同じである。