ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput VII 第VII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 7.1

1

Τίνι οὖν, φημί, ἔτι τις χρήσαιτο διδασκάλῳ (??) πόθεν ὠφεληθείη τις. εἰ μηδὲ ἐν τούτοις τὸ ἀληθές ἐστιν; Ἐγένοντό τινες πρὸ πολλοῦ χρόνου πάντων τούτων τῶν νομιζομένων φιλοσόφων παλαιότεροι, μακάριοι καὶ δίκαιοι καὶ θεοφιλεῖς, θείῳ πνεύματι λαλήσαντες καὶ τὰ μέλλοντα θεσπίσαντες, ἃ δὴ νῦν γίνεται· προφήτας δὲ αὐτοὺς καλοῦσιν. Οὗτοι μόνοι τὸ ἀληθὲς καὶ εἶδον καὶ ἐξεῖπον ἀνθρώποις, μήτ᾿ εὐλαβηθέντες μήτε δυσωπηθέντες τινά. μὴ ἡττημένοι δόξης. ἀλλὰ μόνα ταῦτα εἰπόντες ἃ ἤκουσαν καὶ ἃ εἶδον ἁγίῳ πληρωθέντες πνεύματι.

「それでは」と私は言った、「人はなおどんな教師を頼み、どこから益を得ることができるというのか。もしこれらの中にすら真理がないのなら」。「はるか昔、これらすべての、いわゆる哲学者と呼ばれる者たちよりも古く、幸いな、正しい、神に愛された、ある人々がいた。彼らは神的な霊によって語り、後に起こるはずのこと——まさに今起こっていること——を予告した。人々は彼らを預言者と呼んでいる。この人々だけが真理を見、それを人間たちに語り告げた。誰をも恐れず、誰にも臆することなく、名声に負けることもなく、ただ聖なる霊に満たされて聞いたこと、見たことだけを語ったのである」。

Dialogus cum Tryphone Iudaeo 7.2

2

Συγγράμματα δὲ αὐτῶν ἔτι καὶ νῦν διαμένει, καὶ ἔστιν ἐντυχόντα τούτοις πλεῖστον ὠφεληθῆναι καὶ περὶ ἀρχῶν καὶ περὶ τέλους καὶ ὧν χρὴ εἰδέναι τὸν φιλόσοφον, πιστεύσαντα ἐκείνοις. Οὐ γὰρ μετὰ ἀποδείξεως πεποίηνται τότε τοὺς λόγους, ἃτε ἀνωτέρω πάσης ἀποδείξεως ὄντες ἀξιόπιστοι μάρτυρες τῆς ἀληθείας· τὰ δὲ ἀποβάντα καὶ ἀποβαίνοντα ἐξαναγκάζει συντίθεσθαι τοῖς λελαλημένοις δι᾿ αὐτῶν.

「彼らの著作はなお今日にまで残っている。これらに出会い、彼らを信じるならば、始まりについても終わりについても、また哲学者が知るべきことについても、この上なく益を得ることができる。彼らはその当時、論証をもって語ったのではない。あらゆる論証にまさる、真理の信頼すべき証人であったからだ。そして、実際に起こったこと、また今も起こりつつあることが、彼らを通して語られたことに同意するよう我々を強いるのである」。

Dialogus cum Tryphone Iudaeo 7.3

3

Καίτοι γε καὶ διὰ τὰς δυνάμεις, ἃς ἐπετέλουν, πιστεύεσθαι δίκαιοι ἦσαν, ἐπειδὴ καὶ τὸν ποιητὴν τῶν ὅλων θεὸν καὶ πατέρα ἐδόξαζον καὶ τὸν παρ᾿ αὐτοῦ Χριστὸν υἱὸν αὐτοῦ κατήγγελλον· ὅπερ οἱ ἀπὸ τοῦ πλάνου καὶ ἀκαθάρτου πνεύματος ἐμπιπλάμενοι ψευδοπροφῆται οὕτε ἐποίησαν οὔτε ποιοῦσιν, ἀλλὰ δυνάμεις τινὰς ἐνεργεῖν εἰς κατάπληξιν τῶν ἀνθρώπων τολμῶσι καὶ τὰ τῆς πλάνης πνεύματα καὶ δαιμόνια δοξολογοῦσιν. Εὔχου δέ σοι πρὸ πάντων φωτὸς ἀνοιχθῆναι πύλας· οὐ γὰρ συνοπτὰ οὐδὲ συννοητὰ πᾶσίν ἐστιν, εἰ μή τῳ θεὸς δῷ συνιέναι καὶ ὁ Χριστὸς αὐτοῦ.

「それに、彼らが行った力あるわざのゆえにも、彼らは信ずるに値する者たちであった。というのも、彼らは万物の造り主なる神、また父を讃え、また神のもとから来る、その子であるキリストを告げ知らせたからだ。これに対して、迷いの汚れた霊に満たされている偽預言者たちは、そのようなことをしたこともなければ、今もしていない。むしろ、人々を驚愕させるために何らかの力あるわざを行うことをあえて企て、迷いの霊どもや悪霊どもを讃美するのである。何よりもまず、光の門がお前に開かれるよう祈るがよい。なぜなら、神と、その方のキリストとが理解することをお与えにならなければ、これらのことは誰にでも見て取れるものでも、思い巡らせるものでもないからだ」。