ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput II 第II章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 2.1

1

Ἐγώ σοι, ἔφην, ἐρῶ ὅ γέ μοι καταφαίνεται. Ἔστι γὰρ τῷ ὄντι φιλοσοφία μέγιστον κτῆμα καὶ τιμιώτατον θεῷ. ᾧ τε προσάγει καὶ συνίστησιν ἡμᾶς μόνη, καὶ ὅσιοι ὡς ἀληθῶς οὗτοί εἰσιν οἱ φιλοσοφίᾳ τὸν νοῦν προσεσχηκότες. Τί ποτε δέ ἐστι φιλοσοφία καὶ οὗ χάριν κατεπέμφθη εἰς τοὺς ἀνθρώπους, τοὺς πολλοὺς λέληθεν; οὐ γὰρ ἂν Πλατωνικοὶ ἦσαν οὐδὲ Στωϊκοὶ οὐδὲ Περιπατητικοὶ οὐδὲ Θεωρητικοὶ οὐδὲ Πυθαγορικοί, μιᾶς οὔσης ταύτης ἐπιστήμης.

「私はお前に、私に思われるところを語ろう」と私は言った。「哲学は実に、この上なく偉大な、そして神にとって最も貴い所有物である。それだけが我々を神へ導き、結びつけるものであり、哲学に精神を向けた者たちこそ、真に敬虔な者たちである。だが哲学とは何であり、何のために人間たちのもとへ遣わされたのか、そのことは多くの者に知られていない。もしそうでなければ、プラトン派もストア派も逍遥学派も観照派もピュタゴラス派もありはしなかっただろう。この知識は一つであるはずだから。」

Dialogus cum Tryphone Iudaeo 2.2

2

Οὗ δὲ χάριν πολύκρανος ἐγενήθη, θέλω εἰπεῖν. Συνέβη τοῖς πρώτοις ἁψαμένοις αὐτῆς καὶ διὰ τοῦτο ἐνδόξοις γενομένοις ἀκολουθῆσαι τοὺς ἔπειτα μηδὲν ἐξετάσαντας ἀληθείας πέρι, καταπλαγέντας δὲ μόνον τὴν καρτερίαν αὐτῶν καὶ τὴν ἐγκράτειαν καὶ τὸ ξένον τῶν λόγων ταῦτα ἀληθῆ νομίσαι ἅ παρὰ τοῦ διδασκάλου ἕκαστος ἔμαθεν, εἶτα καὶ αὐτούς, τοῖς ἔπειτα παραδόντας τοιαῦτα ἅττα καὶ ἄλλα τούτοις προσεοικότα, τοῦτο κληθῆναι τοὔνομα, ὅπερ ἐκαλεῖτο ὁ πατὴρ τοῦ λόγου.

哲学が多頭のものとなった理由を私は述べたい。最初にこれに触れ、それゆえに名を得た者たちに、その後の者たちが従った。彼らは真理について何も吟味することなく、ただその忍耐と自制、そして言論の奇抜さに驚嘆するばかりで、教師から各自が学んだことを真であると思い込んだ。そして彼ら自身もまた、その後の者たちにそうした類のことや、それに似た他のことを伝え、その説の父と呼ばれていた者と同じ名で呼ばれるようになったのである。

Dialogus cum Tryphone Iudaeo 2.3

3

Ἐγώ τε κατ᾿ ἀρχὰς οὕτω ποθῶν καὶ αὐτὸς συμβαλεῖν τούτων ἑνί, ἐπέδωκα ἐμαυτὸν Στωϊκῷ τινι· καὶ διατρίψας ἱκανὸν μετ᾿ αὐτοῦ χρόνον, ἐπεὶ οὐδὲν πλέον ἐγίνετό μοι περὶ θεοῦ (οὐδὲ γὰρ αὐτὸς ἠπίστατο, οὐδὲ ἀναγκαίαν ἔλεγε ταύτην εἶναι τὴν μάθησιν), τούτου μὲν ἀπηλλάγην, ἐπ᾿ ἄλλον δὲ ἦκα, Περιπατητικὸν καλούμενον, δριμ(??)ν, ὡς ᾤετο. Καί μου ἀνασχόμενος οὗτος τὰς πρώτας ἡμέρας ἠξίου με ἔπειτα μισθὸν ὁρίσαι, ὡς μὴ ἀνωφελὴς ἡ συνουσία γίνοιτο ἡμῖν. Καὶ αὐτὸν ἐγὼ διὰ ταύτην τὴν αἰτίαν κατέλιπον, μηδὲ φιλόσοφον οἰηθεὶς ὅλως.

私も最初は、そのようにこれらのうちの一人と交わりたいと望み、あるストア派の人物に身を委ねた。そしてかなりの時をその人と過ごしたが、神について何ら得るところがなかったので(というのも、彼自身がそれを知らず、この学びは必要でもないと言ったからだ)、私は彼のもとを去り、別の、逍遥学派と呼ばれる者のところへ行った。彼は自分では鋭敏だと思っていた。彼は最初の数日は私を我慢して受け入れたが、その後、我々の交わりが無益にならぬようにと、報酬を定めるべきだと私に求めてきた。この理由のゆえに、私は彼のことを、そもそも哲学者だとは考えず、見捨てた。

Dialogus cum Tryphone Iudaeo 2.4

4

Τῆς δὲ ψυχῆς ἔτι μου σπαργώσης ἀκοῦσαι τὸ ἴδιον καὶ τὸ ἐξαίρετον τῆς φιλοσοφίας, προσῆλθον εὐδοκιμοῦντι μάλιστα Πυθαγορείῳ, ἀνδρὶ πολὺ ἐπὶ τῇ σοφίᾳ φρονοῦντι. Κἄπειτα ὡς διελέχθην αὐτῷ, βουλόμενος ἀκροατὴς αὐτοῦ καὶ συνουσιαστὴς γενέσθαι· Τί δαί; Ὡμίλησας, ἔφη, μουσικῆ καὶ ἀστρονομίᾳ καὶ γεωμετρίᾳ; Ἤ δοκεῖς κατόψεσθαί τι τῶν εἰς εὐδαιμονίαν συντελούντων, εἰ μὴ ταῦτα πρῶτον διδαχθείης, ἃ τὴν ψυχὴν ἀπὸ τῶν αἰσθητῶν περισπάσει καὶ τοῖς νοητοῖς αὐτὴν παρασκευάσει χρησίμην, ὥστε αὐτὸ κατιδεῖν τὸ καλὸν καὶ αὐτὸ ὅ ἐστιν ἀγαθόν;

私の魂はなお、哲学に固有のもの、卓越したものを聞きたいと切望していたので、私は最も評判の高いピュタゴラス派の人物のところへ赴いた。この人は知恵において大いに自負するところがあった。そして彼と語り合い、彼の聴講者、交際者になりたいと望んだとき、彼は言った、「それで何か。お前は音楽と天文学と幾何学に通じているか。それとも、幸福に資するもののうち何かを見て取れると思っているのか、もしまずこれらのこと——魂を感覚的なものから引き離し、可知的なものにふさわしいものとして備え、それによって美そのもの、善そのものであるものを見て取ることができるようにするもの——を教わっていないままで。」

Dialogus cum Tryphone Iudaeo 2.5

5

Πολλά τε ἐπαινέσας ταῦτα τὰ μαθήματα καὶ ἀναγκαῖα εἰπὼν ἀπέπεμπέ με, ἐπεὶ αὐτῷ ὡμολόγησα μὴ εἰδέναι. Ἐδυσφόρουν οὖν, ὡς τὸ εἰκός, ἀποτυχὼν τῆς ἐλπίδος, καὶ μᾶλλον ᾗ ἐπίστασθαί τι αὐτὸν ᾠόμην· πάλιν τε τὸν χρόνον σκοπῶν, ὅν ἔμελλον ἐκτρίβειν περὶ ἐκεῖνα τὰ μαθήματα, οὐκ ἠνειχόμην εἰς μακρὰν ἀποτιθέμενος.

彼はこれらの学課を大いに賞賛し、必要不可欠だと言って、私を追い返した。私が知らないと彼に認めたからである。当然のことながら、私は望みを絶たれて落胆した。とりわけ、彼が何かを知っていると私が思っていただけに、なおさらであった。そして再び、あの学課のために費やすことになる時間を考えると、それを遠い先まで延ばすことに耐えられなかった。

Dialogus cum Tryphone Iudaeo 2.6

6

Ἐν ἀμηχανίᾳ δέ μου ὄντος ἔδοξέ μοι καὶ τοῖς Πλατωνικοῖς ἐντυχεῖν· πολ(??) γὰρ καὶ τούτων ἦν κλέος. Καὶ δὴ νεωστὶ ἐπιδημήσαντι τῇ ἡμετέρᾳ πόλει συνετῷ ἀνδρὶ καὶ προὔχοντι ἐν τοῖς Πλατωνικοῖς συνδιέτριβον ὡς τὰ μάλιστα, καὶ προέκοπτον καὶ πλεῖστον ὅσον ἑκάστης ἡμέρας ἐπεδίδουν. Καί με ᾕρει σφόδρα ἡ τῶν ἀσωμάτων νόησις, καὶ ἡ θεωρία τῶν ἰδεῶν· ἀνεπτέρου μοι τὴν φρόνησιν, ὀλίγου τε ἐντὸς χρόνου ᾤμην σοφὸς γεγονέναι, καὶ ὑπὸ βλακείας ἤλπιζον αὐτίκα κατόψεσθαι τὸν θεόν· τοῦτο γὰρ τέλος τῆς Πλάτωνος φιλοσοφίας.

途方に暮れていた私は、プラトン派の人々にも会おうと思い立った。彼らの評判もまた大いに高かったからである。ちょうど我々の町に新しく滞在していた、聡明でプラトン派の中でも卓越した人物と、私はできる限り親しく交わり、日ごとに大いに進歩を重ねていった。非物体的なものについての思惟と、諸イデアの観照とが、私を強くとらえた。それは私の思慮に翼を与え、短い時のうちに私は自分が賢者になったと思い込み、愚かにもすぐにでも神を見るだろうと期待した。それがプラトンの哲学の目的だからである。