Dialogus cum Tryphone Iudaeo 107.1
Καὶ ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἔμελλεν ἀναστήσεσθαι μετὰ τὸ σταυρωθῆναι, γέγραπται ἐν τοῖς ἀπομνημονεύμασιν ὅτι οἱ ἀπὸ τοῦ γένους ὑμῶν συζητοῦντες αὐτῷ ἔλεγον, ὅτι Δεῖξον ἡμῖν σημεῖον. Καὶ ἀπεκρίνατο αὐτοῖς· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτοῖς εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ ταῦτα λέγοντος αὐτοῦ παρακεκαλυμμένα ἦν νοεῖσθαι ὑπὸ τῶν ἀκουόντων ὅτι μετὰ τὸ σταυρωθῆναι αὐτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.
そして彼が十字架にかけられたのち、三日目に甦ろうとしていたことは、回想録にこう書かれている。すなわち、諸君の族の者たちが彼と論争して、「我々にしるしを見せよ」と言った。すると彼は彼らにこう答えた。「悪しき、姦淫の世代はしるしを求める。しかし、ヨナのしるしのほかには、いかなるしるしも彼らに与えられないであろう」と。彼がこう言ったとき、聞く者たちにとっては覆い隠された形で、彼が十字架にかけられたのち三日目に甦るであろうことが理解されるようになっていたのである。
Dialogus cum Tryphone Iudaeo 107.2
Καὶ πονηροτέραν τὴν γενεὰν ὑμῶν καὶ μοιχαλίδα μᾶλλον τῆς Νινευϊτῶν πόλεως ἐδήλου, οἵτινες, τοῦ Ἰωνᾶ κηρύξαντος αὐτοῖς μετὰ τὸ ἐκβρασθῆναι αὐτὸν τῇ τρίτῃ ἡμέρᾳ ἀπὸ τῆς κοιλίας τοῦ ἁδροῦ ἰχθύος ὅτι μετὰ τρεῖς ἡμέρας παμπληθεὶ ἀπολοῦνται, νηστείαν ἁπλῶς πάντων ζώων, ἀνθρώπων τε καὶ ἀλόγων, μετὰ σακκοφορίας καὶ ἐκτενοῦς ὀλολυγμοῦ καὶ ἀπὸ τῶν καρδιῶν ἀληθινῆς μετανοίας αὐτῶν καὶ ἀποταγῆς τῆς πρὸς ἀδικίαν ἐκήρυξαν, πιστεύσαντες ὅτι ἐλεήμων ὁ θεὸς καὶ φιλάνθρωπός ἐστιν ἐπὶ πάντας τοὺς μετατιθεμένους ἀπὸ τῆς κακίας, ὡς καὶ αὐτὸν τὸν βασιλέα τῆς πόλεως ἐκείνης καὶ τοὺς μεγιστάνας ὁμοίως σακκοφορήσαντας προσμεμενηκέναι τῇ νηστείᾳ καὶ τῇ ἱκεσίᾳ, καὶ ἐπιτυχεῖν μὴ καταστραφῆναι τὴν πόλιν αὐτῶν.
そして彼は、諸君の世代が、ニネヴェの町よりも悪しく姦淫深いことを示していた。すなわち、ヨナが大きな魚の腹から三日目に吐き出されたのち、彼らに、三日ののちには彼らがことごとく滅びるであろうと宣べ伝えたとき、彼らは、人間も物言わぬ動物もすべての生き物にわたる断食を、粗布をまとい、切なる嘆きの叫びとともに、また心からの真実の悔い改めと不正からの離反とともに、宣言した。それは、悪から立ち返るすべての者に対して、神が憐れみ深く、人を愛する方であると信じていたからである。実に、その町の王も、また高官たちも、同様に粗布をまとって断食と嘆願にとどまり、自分たちの町が滅ぼされないことを得たのである。
Dialogus cum Tryphone Iudaeo 107.3
Ἀλλὰ καὶ τοῦ Ἰωνᾶ ἀνιωμένου ἐπὶ τῷ τῇ τρίτῃ ἡμέρᾳ, ὡς ἐκήρυξε, μὴ καταστραφῆναι τὴν πόλιν, διὰ τῆς οἰκονομίας τοῦ ἐκ τῆς γῆς ἀνατεῖλαι αὐτῷ κικυῶνα, ὑφ᾿ ὃν καθεζόμενος ἐσκιάζετο ἀπὸ καύματος (ἦν δὲ ὁ κικυῶν αἰφνίδιος, μήτε φυτεύσαντος τοῦ Ἰωνᾶ μήτε ποτίσαντος, ἀλλ᾿ ἐξαίφνης ἐπανατείλας αὐτῷ σκιὰν παρέχειν), κἀκ τῆς ἄλλης ξηρᾶναι αὐτόν, ἐφ᾿ ᾧ ἐλυπεῖτο Ἰωνᾶς, καὶ ἤλεγξεν αὐτὸν οὐ δικαίως ἀθυμοῦντα ἐπὶ τῷ μὴ κατεστράφθαι τὴν Νινευϊτῶν πόλιν, λέγων·
しかしヨナは、自分が宣べ伝えたとおり三日目に町が滅ぼされなかったことを嘆いていたので、神は、地から彼のためにつる草を生やすという計らいをなさった――彼はその陰に座り、暑さから身を隠していた(このつる草は突然生じたもので、ヨナが植えたのでも水を注いだのでもなく、突然に生い育って彼に陰を与えたものであった)――そして翌日には、それを枯らされた。それでヨナは嘆き悲しんだので、神は彼を叱責された。彼がニネヴェの町が滅ぼされなかったことについて、正当な理由もなく落胆していたことについてである。神はこう言われた。
Dialogus cum Tryphone Iudaeo 107.4
Σὺ ἐφείσω περὶ τοῦ κικυῶνος, οὗ οὐκ ἐκοπίασας ἐν αὐτῷ; οὔτε ἐξέθρεψας αὐτόν, ὅς ὑπὸ νύκτα αὐτοῦ ἦλθε καὶ ὑπὸ νύκτα αὐτοῦ ἀπώλετο· κἀγὼ οὐ φείσομαι ὑπὲρ Νινευΐ, τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν, οἳ οὐκ ἔγνωσαν ἀνὰ μέσον δεξιᾶς αὐτῶν καὶ ἀνὰ μέσον ἀριστερᾶς αὐτῶν, καὶ κτήνη πολλά;
「お前は、自分が労苦もせず、育てもしなかったこのつる草を惜しんでいるのか。それは一夜のうちに生じ、一夜のうちに滅びたものである。それなら私が、右と左の区別さえ知らない者たちが十二万人以上も住み、また多くの家畜もいる、あの大いなる都ニネヴェを惜しまないでいられようか。」