Dialogus cum Tryphone Iudaeo 69.1
Εὖ ἴσθι οὖν, ὦ Τρύφων, λέγων ἐπέφερον, ὅτι ἃ παραποιήσας ὁ λεγόμενος διάβολος ἐν τοῖς Ἕλλησι λεχθῆναι ἐποίησεν, ὡς καὶ διὰ τῶν ἐν Αἰγύπτῳ μάγων ἐνήρησε καὶ διὰ τῶν ἐπὶ Ἡλίᾳ ψευδοπροφητῶν, καὶ ταῦτα βεβαίαν μου τὴν ἐν ταῖς γραφαῖς γνῶσιν· καὶ πίστιν κατέστησεν.
そこで私は、続けてこう語った。「トリュフォンよ、よく知っておくがよい。いわゆる悪魔が、エジプトの魔術師たちを通して、またエリヤの時代の偽預言者たちを通して働いたのと同じように、ギリシア人たちのうちにも歪め語らせたことどもは、かえって聖書における私の知識を確かなものとし、信を確立させた。」
Dialogus cum Tryphone Iudaeo 69.2
Ὅταν γὰρ Διόνυσον μὲν υἱὸν τοῦ Διὸς ἐκ μίξεως, ἣν μεμῖχθαι αὐτὸν τῇ Σεμέλῃ, γεγενῆσθαι λέγωσι, καὶ τοῦτον εὑρετήν ἀμπέλου γενόμενον, καὶ διασπαραχθέντα καὶ ἀποθανόντα ἀναστῆναι, εἰς οὐρανόν τε ἀνεληλυθέναι ἱστορῶσι, καὶ ὄνον ἐν τοῖς μυστηρίοις αὐτοῦ παραφέρωσιν, οὐχὶ τὴν προλελεγμένην ὑπὸ Μωσέως ἀναγραφεῖσαν Ἰακώβ τοῦ πατριάρχου προφητείαν μεμιμῆσθαι αὐτὸν νοῶ;
というのも、彼らがディオニュソスについて、ゼウスの子であり、セメレとの交わりによって生まれたと言い、この者が葡萄の木の発見者となり、八つ裂きにされて死んだのちに甦り、天へと昇ったと語り伝え、その秘儀のうちに驢馬を担ぎ出すとき、私は、これがモーセによって先に記されていた族長ヤコブの預言を模倣したものだと理解しないではいられない。
Dialogus cum Tryphone Iudaeo 69.3
Ἐπὰν δὲ τὸν Ἡρακλέα ἰσχυρὸν καὶ περινοστήσαντα πᾶσαν τὴν γῆν, καὶ αὐτὸν τῷ Διῒ ἐξ Ἀλκμήνης γενόμενον, καὶ ἀποθανόντα εἰς οὐρανὸν ἀνεληλυθέναι λέγωσιν, οὐχὶ τὴν, Ἰσχυρὸς ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ, περὶ Χριστοῦ λελεγμένην γραφὴν ὁμοίως μεμιμῆσθαι νοῶ; Ὅταν δὲ τὸν Ἀσκληπιὸν νεκροὺς ἀνεγείραντα καὶ τὰ ἄλλα πάθη θεραπεύσαντα παραφέρῃ, οὐχὶ τὰς περὶ Χριστοῦ ὁμοίως προφητείας μεμιμῆσθαι τοῦτον καὶ ἐπὶ τούτῳ φημί;
また、彼らがヘラクレスについて、力強く全地を巡り歩いた者、ゼウスがアルクメネから得た子であり、死んで天へと昇ったと語るとき、私は、これが「勇士のように道を走る力強き方」というキリストについて語られた聖句を、同じように模倣したものだと理解する。また、彼らがアスクレピオスについて、死者を甦らせ、その他の病苦を癒したと担ぎ出すとき、この点についても、これはキリストについての預言を同じように模倣したものだと、私は言う。
Dialogus cum Tryphone Iudaeo 69.4
Ἐπεὶ δὲ οὐκ ἀνιστόρησα πρὸς ὑμᾶς τοιαύτην γραφήν, ἣ σημαίνει τὸν Χριστὸν ταῦτα ποιήσειν, καὶ μιᾶς τινὸς ἀναγκαίως ἐπιμνησθήσομαι, ἐξ ἧς καὶ συνεῖναι ὑμῖν δυνατόν, πῶς καὶ τοῖς ἐρήμοις γνώσεως θεοῦ, λέγω δὲ τοῖς ἔθνεσιν, οἳ καὶ ὀφθαλμοὺς ἔχοντες οὐχ ἑώρων οὐδὲ καρδίαν ἔχοντες συνίεσαν, τά ἐξ ὕλης κατασκευάσματα προσκυνοῦντες, ὁ λόγος προέλεγεν ἀρνηθῆναι αὐτὰ καὶ ἐλπίζειν ἐπὶ τοῦτον τὸν Χριστόν.
ところで、私は諸君に、キリストがこれらのことを行うであろうと示す聖句を、まだ語っていないので、必ずここで一つだけ思い起こすことにしよう。それによって諸君も、神を知ることに乏しい者たち——すなわち、目を持ちながら見ず、心を持ちながら理解せず、物質から造られたものを礼拝していた諸国民——に対して、聖書の言葉があらかじめ、彼らがそれらを拒み、このキリストに望みを置くであろうと告げていたことを、理解できよう。
Dialogus cum Tryphone Iudaeo 69.5
Εἴρηται δὲ οὕτως· Εὐφράνθητι ἔρημος ἡ διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἐξανθείτω ὡς κρίνον. Καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τά ἔρημα τοῦ Ἰορδάνου, καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμή τοῦ Καρμήλου. Καὶ ὁ λαός μου ὄψεται τὸ ὕψος κυρίου καὶ τὴν δόξαν τοῦ θεοῦ. Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα. Παρακαλεῖσθε οἱ ὀλιγόψυχοι τῇ καρδίᾳ, ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει· αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. Τότε ἀνοιχθήσονται ὀφθαλμοί τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων, ὅτι ἐρράγη ἐν ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ, καὶ ἡ ἄνυδρος ἔσται εἰς ἔλη, καὶ εἰς διψῶσαν γῆν πηγή ὕδατος ἔσται.
こう語られている。「喜べ、渇いた荒野よ。荒野は喜び躍り、百合のように花咲け。ヨルダンの荒れ地は花咲き、喜び躍るであろう。レバノンの栄光がそれに与えられ、カルメルの誉れも与えられる。そして私の民は、主の高さと神の栄光を見るであろう。萎えた手よ、力を得よ。弱った膝よ、力を得よ。心弱き者たちよ、慰められよ、力を得よ、恐れるな。見よ、我々の神は裁きを報い、また報いられるであろう。神ご自身が来て、我々を救われるであろう。そのとき、盲人の目は開かれ、聾者の耳は聞こえるようになる。そのとき、足萎えは鹿のように躍り上がり、口ごもる者の舌は明らかに語るようになる。それは、荒野に水が湧き出し、渇いた地に谷川が流れ出るからである。水なき地は沼となり、渇いた地には水の泉が湧くであろう。」
Dialogus cum Tryphone Iudaeo 69.6
Πηγὴ ὕδατος ζῶντος παρὰ θεοῦ ἐν τῇ ἐρήμῳ γνώσεως θεοῦ τῇ τῶν ἐθνῶν γῇ ἀνέβλυσεν οὗτος ὁ Χριστός, ὃς καὶ ὲν τῷ γένει ὑμῶν πέφανται, καὶ τοὺς ἐκ γενετῆς καὶ κατὰ τὴν σάρκα πηροὺς καὶ κωφοὺς καὶ χωλοὺς ἰάσατο, τὸν μὲν ἅλεσθαι, τὸν δὲ καὶ ἀκούειν, τὸν δὲ καὶ ὁρᾶν τῷ λόγῳ αὐτοῦ ποιήσας· καὶ νεκροὺς δὲ ἀναστήσας καὶ ζῆν ποιήσας, καὶ διὰ τῶν ἔργων ἐδυσώπει τοὺς τότε ὄντας ἀνθρώπους ἐπιγνῶναι αὐτόν.
神のもとから出る生ける水の泉として、神を知ることに乏しい荒野、すなわち諸国民の地に湧き出たのは、このキリストである。この方は諸君の族のうちにも現れ、生まれつき肉において目の見えない者、耳の聞こえない者、足の萎えた者たちを癒し、ある者には躍り上がることを、ある者には聞くことを、ある者には見ることを、その言葉によって行われた。また死人を甦らせ、生きるようにされ、その業を通して、当時生きていた人々に、御自身を認めるよう説き伏せられた。
Dialogus cum Tryphone Iudaeo 69.7
Οἱ δὲ καὶ ταῦτα ὁρῶντες γινόμενα φαντασίαν μαγικὴν γίνεσθαι ἔλεγον· καὶ γὰρ μάγον εἶναι αὐτὸν ἐτόλμων λέγειν καὶ λαοπλάνον. Αὐτὸς δὲ καὶ ταῦτα ἐποίει πείθων καὶ τοὺς ἐπ᾿ αὐτὸν πιστεύειν μέλλοντας, ὅτι, κἄν τις, ἐν λώβῃ τινὶ σώματος ὑπάρχων, φύλαξ τῶν παραδεδομένων ὑπ᾿ αὐτοῦ διδαγμάτων ὑπάρξῃ, ὁλόκληρον αὐτὸν ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ μετὰ τοῦ καὶ ἀθάνατον καὶ ἄφθαρτον καὶ ἀλύπητον ποιῆσαι ἀναστήσει.
しかし、これらのことが起こるのを見た者たちは、それは魔術による幻影にすぎないと言い、彼を魔術師であり民を惑わす者であると敢えて言った。しかし彼自身は、これらのことを行いながら、彼を信じることになる者たちをも説き伏せていた——たとえ誰かが肉体のうちに何らかの損なわれたところがあろうとも、彼の伝えた教えの守り手であるならば、御自身の再臨のときに、その者を不死で朽ちることなく苦しみのない者とすると共に、五体満足な者として甦らせるであろう、ということを。