Dialogus cum Tryphone Iudaeo 95.1
Καὶ γὰρ πᾶν γένος ἀνθρώπων εὑρεθήσεται ὑπὸ κατάραν ὂν κατὰ τὸν νόμον Μωσέως. Ἐπικατάρατος γὰρ εἴρηται πᾶς ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά. Καὶ οὐδεὶς ἀκριβῶς πάντα ἐποίησεν, οὐδ᾿ ὑμεῖς τολμήσετε ἀντειπεῖν· ἀλλ᾿ εἰσὶν οἳ μᾶλλον καὶ ἧττον ἀλλήλων τὰ ἐντεταλμένα ἐφύλαξαν. Εἰ δὲ οἱ ὑπὸ τὸν νόμον τοῦτον ὑπὸ κατάραν φαίνονται εἶναι, διὰ τὸ μὴ πάντα φυλάξαι, οὐχὶ πολὺ μᾶλλον πάντα τὰ ἔθνη φανήσονται ὑπὸ κατάραν ὄντα, καὶ εἰδωλολατροῦντα καὶ παιδοφθοροῦντα καὶ τὰ ἄλλα κακὰ ἐργαζόμενα;
実に、モーセの律法によれば、あらゆる人間の族が呪いのもとにあることが分かるであろう。というのも、「律法の書に記されているすべてのことを行うために、それにとどまり続けない者はみな呪われる」と言われているからである。しかも、すべてを正確に行った者は誰もいない。諸君もこれに反対しようとは思わないであろう。ただ、命じられたことを守るのに、互いに多かれ少なかれの差があるだけである。もしこの律法のもとにある者たちが、すべてを守らなかったために呪いのもとにあると見えるのなら、あらゆる諸国民は、偶像を礼拝し、子供を犯し、その他の悪を行っているのだから、なおさら呪いのもとにあると見えるのではないか。
Dialogus cum Tryphone Iudaeo 95.2
Εἰ οὖν καὶ τὸν ἑαυτοῦ Χριστὸν ὑπὲρ τῶν ἐκ παντὸς γένους ἀνθρώπων ὁ πατὴρ τῶν ὅλων τὰς πάντων κατάρας ἀναδέξασθαι ἐβουλήθη, εἰδὼς ὅτι ἀναστήσει αὐτὸν σταυρωθέντα καὶ ἀποθανόντα, διὰ τί ὡς κεκατηραμένου τοῦ ὑπομείναντος κατὰ τὴν τοῦ πατρὸς βουλὴν ταῦτα παθεῖν τὸν λόγον ποιεῖτε, καὶ οὐχὶ μᾶλλον ἑαυτοὺς θρηνεῖτε; Εἰ γὰρ καὶ ὁ πατὴρ αὐτοῦ καὶ αὐτὸς παθεῖν ταῦτα αὐτὸν ὑπὲρ τοῦ ἀνθρωπείου γένους ἐνήργησεν, ὑμεῖς οὐχ ὡς γνώμῃ θεοῦ ὑπηρετοῦντες τοῦτο ἐπράξατε· οὐδὲ γὰρ τοὺς προφήτας ἀναιροῦντες εὐσέβειαν εἰργάσασθε.
それゆえ、万物の父が、あらゆる人間の族から出た者たちのために、ご自身のキリストにすべての者の呪いを引き受けさせることを望まれ、しかも十字架にかけられ死んだこの方を甦らせることをご存じであったのなら、なぜ諸君は、父のみ心に従ってこれらのことを耐え忍んだ方をあたかも呪われた者であるかのように語り、むしろ自分自身を嘆かないのか。たとえその父ご自身と、また彼自身が、人間の族のためにこれらのことを彼が被るよう働かせたのだとしても、諸君は神のみ心に仕えるつもりでこれを行ったのではない。実際、諸君は預言者たちを殺すことによって敬虔を行ったわけでもないのだから。
Dialogus cum Tryphone Iudaeo 95.3
Καὶ μή τις ὑμῶν λεγέτω· Εἰ ὁ πατὴρ αὐτὸν ἠθέλησε ταῦτα παθεῖν, ἵνα τῷ μώλωπι αὐτοῦ ἴσαις γένηται τῷ γένει τῶν ἀνθρώπων, ἡμεῖς οὐδὲν ἠδικήσαμεν. Εἰ μὲν οὗν μετανοοῦντες ἐπὶ τοῖς ἡμαρτημένοις καὶ ἐπιγνόντες τοῦτον εἶναι τὸν Χριστὸν καὶ φυλάσσοντες αὐτοῦ τὰς ἐντολὰς ταῦτα φήσετε, ἄφεσις ὑμῖν τῶν ἁμαρτιῶν ὅτι ἔσται προεῖπον.
また、諸君のうちの誰も、こう言ってはならない。「もし父が彼にこれらのことを苦しませることを望まれたのは、彼の傷によって人間の族に癒やしが生じるためであったのなら、我々は何も不正を働いていない」と。もし諸君が、犯した罪を悔い改め、この方こそキリストであると認め、その戒めを守ったうえでこれを言うのであれば、諸君には罪の赦しがあるであろうと、私はあらかじめ言っておいた。
Dialogus cum Tryphone Iudaeo 95.4
Εἰ δὲ αὐτοῦ τε ἐκείνου καὶ τῶν εἰς ἐκεῖνον πιστευόντων καταρᾶσθε καί, ὁπόταν ἐξουσίαν ἔχητε, ἀναιρεῖτε, πῶς οὐχὶ καὶ τὸ ἐκείνῳ ἐπιβεβληκέναι τὰς χεῖρας ὑμῶν, ὡς παρὰ ἀδίκων καὶ ἁμαρτωλῶν καὶ μέχρις ὅλου σκληροκαρδίων καὶ ἀσυνέτων, ἐκζητηθήσεται;
しかし、もし諸君が、かの方ご自身と、かの方を信じる者たちを呪い、権威を持つときにはこれを殺しているのであれば、諸君が彼に手を下したことも、不正な、罪深い、まったく心のかたくなな、理解力のない者たちの仕業として、追及されないことがあろうか。