ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput IX 第IX章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 3 sectiones

Dialogus cum Tryphone Iudaeo 9.1

1

Συγγνώμη σοι, ἔφην, ὦ ἄνθρωπε, καὶ ἀφεθείη σοι· οὐ γὰρ οἶδας ὃ λέγεις, ἀλλὰ πειθόμενος τοῖς διδασκάλοις. οἳ οὐ συνίασι τὰς γραφάς, καὶ ἀπομαντευόμενος λέγεις ὅ τι ἄν σοι ἐπὶ θυμὸν ἔλθοι. Εἰ δὲ βούλοιο τούτου πέρι δέξασθαι λόγον, ὡς οὐ πεπλανήμεθα οὐδὲ παυσόμεθα ὁμολογοῦντες τοῦτον, κἂν τὰ ἐξ ἀνθρώπων ἡμῖν ἐπιφέρωνται ὀνείδη. κἂν ὁ δεινότατος ἀπειπεῖν ἀναγκάζῃ τύραννος· παρεστῶτι γὰρ δείξω ὅτι οὐ κενοῖς ἐπιστεύσαμεν μύθοις οὐδὲ ἀναποδείκτοις λόγοις, ἀλλὰ μεστοῖς πνεύματος θείου καὶ δυνάμει βρύουσι καὶ τεθηλόσι χάριτι.

「お前を許そう、人よ」と私は言った、「お前に許しがあるように。お前は自分の言っていることを分かっていないのだ。むしろ、聖書を理解していない教師たちに従い、当てずっぽうに、心に浮かんだことを何でも語っているにすぎない。だがもしお前が、これについて我々が迷ってなどおらず、この方を告白することを決してやめないという道理を受け入れたいと思うなら——たとえ人間から我々に非難が加えられようとも、たとえどれほど恐るべき僭主が我々に否認を強いようとも——お前がそこに立ち会うならば、私は示してみせよう。我々が信じたのは空しい作り話でも証明のない言論でもなく、神的な霊に満ち、力にあふれ、恩恵に花咲くものであることを」。

Dialogus cum Tryphone Iudaeo 9.2

2

Ἀνεγέλασαν οὖν πάλιν οἱ μετ᾿ αὐτοῦ καὶ ἄκοσμον ἀνεφθέγγοντο. Ἐγὼ δὲ ἀναστὰς οἶός τ᾿ ἤμην ἀπέρχεσθαι· ὁ δέ μου τοῦ ἱματίου λαβόμενος οὐ πρὶν ἀνήσειν ἔφη, πρὶν ὅ ὑπεσχόμην ἐκτελέσαι. Μὴ οὖν, ἔφην, θορυβείτωσαν οἱ ἑταῖροί σου μηδὲ ἀσχημονείτωσαν οὕτως, ἀλλ᾿, εἰ μὲν βούλονται, μετὰ ἡσυχίας ἀκροάσθωσαν, εἰ δὲ καὶ ἀσχολία τις αὐτοῖς ὑπέρτερος ἐμποδών ἐστιν, ἀπίτωσαν· ἡμεῖς δέ, ὑποχωρήσαντές ποι καὶ ἀναπαυσάμενοι. περαίνωμεν τὸν λόγον.

すると彼とともにいた者たちはふたたび笑い出し、無作法な声をあげた。私は立ち上がって立ち去ろうとした。だが彼は私の外套をつかみ、私が約束したことを果たすまでは離さない、と言った。「では」と私は言った、「お前の仲間たちに、そのように騒ぎ立てさせたり、無作法な振る舞いをさせたりしないでくれ。もし望むなら、静かに耳を傾けさせよ。もし何かそれより大事な用事が彼らの妨げになっているなら、立ち去らせよ。我々は、どこかへ退いて、休息をとってから、議論を果たそう」。

Dialogus cum Tryphone Iudaeo 9.3

3

Ἔδοξε καὶ τῷ Τρύφωνι οὕτως ἡμᾶς ποιῆσαι, καὶ δὴ ἐκνεύσαντες εἰς τὸ μέσον τοῦ ξυστοῦ στάδιον ᾔειμεν· τῶν δὲ σὺν αὐτῷ δύο, χλευάσαντες καὶ τὴν σπουδὴν ἡμῶν ἐπισκώψαντες, ἀπηλλάγησαν. Ἡμεῖς δὲ ὡς ἐγενόμεθα ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ἑκατέρωθεν λίθινοί εἰσι θῶκοι, ἐν τῷ ἑτέρῳ καθεσθέντες οἱ μετὰ τοῦ Τρύφωνος, ἐμβαλόντος τινὸς αὐτῶν λόγον περὶ τοῦ κατὰ τὴν Ἰουδαίαν γενομένου πολέμου, διελάλουν.

トリュフォンにも、我々がこのようにするのがよいと思われた。そして我々は身をそらして柱廊の中央の競技場へと歩いて行った。彼とともにいた者たちのうち二人は、我々をあざけり、我々の熱心さを揶揄して立ち去った。我々は、両側に石の腰掛けのあるその場所に着くと、トリュフォンとともにいた者たちは、その一方の腰掛けに座り、そのうちの一人がユダヤで起こった戦争についての話を持ち出したので、それについて語り合っていた。