Dialogus cum Tryphone Iudaeo 4.1
Ἔστιν οὖν, φησί, τῷ νῷ ἡμῶν τοιαύτη τις καὶ τοσαύτη δύναμις, ἢ μὴ τὸ ὄν δι᾿ αἰσθήσεως ἔλαβεν: Ἦ τὸν θεὸν ἀνθρώπου νοῦς ὄψεταί ποτε μὴ ἁγίῳ πνεύματι κεκοσμημένος; Φησὶ γὰρ Πλάτων. ἦν δ᾿ ἐγώ, αὐτὸ τοιοῦτον εἶναι τὸ τοῦ νοῦ ὄμμα καὶ πρὸς τοῦτο ἡμῖν δεδόσθαι, ὡς δύνασθαι καθορᾶν αὐτὸ ἐκεῖνο τὸ ὄν εἰλικρινεῖ αὐτῷ ἐκείνῳ. ὅ τῶν νοητῶν ἁπάντων ἐστὶν αἴτιον. οὐ χρῶμα ἔχον, οὐ σχῆμα, οὐ μέγεθος, οὐδὲ οὐδὲν ὧν ὀφθαλμὸς βλέπει· ἀλλά τι ὅν τοῦτ᾿ αὐτό, φησί. ὂν ἐπέκεινα πάσης οὐσίας, οὔτε ῥητὸν οὕτε ἀγορευτόν, ἀλλὰ μόνον καλὸνκαὶ ἀγαθόν, ἐξαίφνης ταῖς εὖ πεφυκυίαις ψυχαῖς ἐγγινόμενον διὰ τὸ συγγενὲς καὶ ἔρωτα τοῦ ἰδέσθαι.
「では」と彼は言った、「我々の精神には、そのような、それほどの力があるのか。それとも精神は、存在するものを感覚によって捉えたのではないのか。いったい、聖なる霊で飾られていない人間の精神が、いつか神を見ることがあろうか」。「なぜなら」と私は言った、「プラトンは、精神の眼はまさにそのようなものであり、我々にはそのために与えられているのだと言っている。それによって我々は、あの存在そのもの——あらゆる可知的なものの原因であり、色も形も大きさも持たず、目が見るいかなるものでもない、しかしそれ自体としてある何ものかであり、あらゆる実体を超えて在り、語ることも言い表すこともできず、ただ美であり善であるもの——を、それ自身の純粋な力によって見て取ることができるのだ、と。それは、素質のよい魂に、その同族性と、それを見たいという恋慕のゆえに、突如として生じるのだ」。
Dialogus cum Tryphone Iudaeo 4.2
Τίς οὖν ἡμῖν, ἔλεγε, συγγένεια πρὸς τὸν θεόν ἐστιν; Ἢ καὶ ἡ ψυχὴ θεία καὶ ἀθάνατός ἐστι καὶ αὐτοῦ ἐκείνου τοῦ βασιλικοῦ νοῦ μέρος; Ὡς δὲ ἐκεῖνος ὁρᾷ τὸν θεόν, οὕτως καὶ ἡμῖν ἐφικτὸν τῷ ἡμετέρῳ νῷ συλλαβεῖν τὸ θεῖον καὶ τοὐντεῦθεν ἤδη εὐδαιμονεῖν; Πάνυ μὲν οὖν, ἔφην. Πᾶσαι δ᾿ αὐτὸ διὰ πάντων αἱ ψυχαὶ χωροῦσι τῶν ζώων, ἠρώτα, ἢ ἄλλη μὲν ἀνθρώπου, ἄλλη δὲ ἵππου καὶ ὄνου; Οὔκ, ἀλλ᾿ αἱ αὐταὶ ἐν πᾶσίν εἰσιν, ἀπεκρινάμην.
「では」と彼は言った、「我々には神とどのような同族性があるのか。魂もまた神的で不死であり、あの王的な精神そのものの一部であるのか。そしてかの精神が神を見るように、我々もまた自分の精神によって神的なものを捉え、そこからただちに幸福になることができるのか」。「まさにそのとおりだ」と私は言った。「では」と彼は尋ねた、「あらゆる生き物を通じて、すべての魂がそれを容れうるのか、それとも人間の魂と馬や驢馬の魂とは別のものなのか」。「いや、すべてのものにおいて同一のものだ」と私は答えた。
Dialogus cum Tryphone Iudaeo 4.3
Ὄψονται ἄρα, φησί, καὶ ἵπποι καὶ ὄνοι ἢ εἶδόν ποτε τὸν θεόν; Οὔ, ἔφην· οὐδὲ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων, εἰ μή τις ἐν δίκῃ βιώσαιτο, καθηράμενος δικαιοσύνῃ καὶ τῇ ἄλλῃ ἀρετῇ πάσῃ. Οὐκ ἄρα, ἔφη, διὰ τὸ συγγενὲς ὁρᾷ τὸν θεόν, οὐδ᾿ ὅτι νοῦς ἐστιν, ἀλλ᾿ ὅτι σώφρων καὶ δίκαιος; Ναί, ἔφην, καὶ διὰ τὸ ἔχειν ᾧ νοεῖ τὸν θεόν. Τί οὖν; Ἀδικοῦσί τινα αἶγες ἢ πρόβατα; Οὐδὲν οὐδένα, ἦν δ᾿ ἐγώ.
「それでは」と彼は言った、「馬や驢馬も神を見る、あるいはかつて見たことがあるということになるのか」。「そうではない」と私は言った、「多くの人間もまた見ることはない。もし正義とその他あらゆる徳によって浄められ、正しく生きる者でなければ」。「では」と彼は言った、「神を見るのは同族性のゆえではなく、精神を持つがゆえでもなく、節制があり正しいがゆえなのか」。「そうだ」と私は言った、「そして神を思惟するための能力を持っているがゆえでもある」。「それでは、山羊や羊は誰かに不正をなすか」。「誰にも何ら不正をなさない」と私は言った。
Dialogus cum Tryphone Iudaeo 4.4
Ὄψονται ἄρα, φησί, κατὰ τὸν σὸν λόγον καὶ ταῦτα τὰ ζῶα; Οὔ· τὸ γὰρ σῶμα αὐτοῖς, τοιοῦτον ὄν, ἐμπόδιόν ἐστιν. Εἰ λάβοιεν φωνὴν τὰ ζῶα ταῦτα, ὑποτυχὼν ἐκεῖνος, εὗ ἴσθι ὅτι πολὺ ἂν εὐλογώτερον ἐκεῖνα τῷ ἡμετέρῳ σώματι λοιδοροῖντο· νῦν δ᾿ ἐάσωμεν οὕτω, καί σοι ὡς λέγεις συγκεχωρήσθω. Ἐκεῖνο δέ μοι εἰπέ· Ἕως ἐν τῷ σώματί ἐστιν ἡ ψυχὴ βλέπει, ἢ ἀπαλλαγεῖσα τούτου;
「それでは」と彼は言った、「お前の説によれば、これらの動物も神を見ることになるのか」。「いや」と私は言った、「彼らにとっては、肉体がそのようなものであるがゆえに、妨げとなるのだ」。すると彼は口を挟んで言った、「もしこれらの動物が声を持てば、よく知っておくがよい、彼らのほうがはるかにもっともらしく我々の肉体を非難することだろう。だが今はそのままにしておこう。お前の言うとおりに、お前に譲っておくことにする。それより、私にこう答えよ。魂は、肉体の中にあるあいだ見るのか、それとも肉体から解放されてから見るのか」。
Dialogus cum Tryphone Iudaeo 4.5
Καὶ ἕως μέν ἐστιν ἐν ἀνθρώπου εἴδει. δυνατὸν αὐτῇ. φημί, ἐγγενέσθαι διὰ τοῦ νου. μάλιστα δὲ ἀπολυθεῖσα τοῦ σώματος καὶ αὐτὴ καθ᾿ ἑαυτὴν γενομένη τυγχάνει οὗ ἤρα πάντα τὸν χρόνον. Ἦ καὶ μέμνηται τούτου πάλιν ἐν ἀνθρώπῳ γενομένη; Οὔ μοι δοκεῖ, ἔφην. Τί οὖν ὄφελος ταῖς ἰδούσαις, ἢ τί πλέον τοῦ μὴ ἰδόντος ὁ ἰδὼν ἔχει, εἰ μηδὲ αὐτὸ τοῦτο ὅτι εἶδε μέμνηται;
「人間の形にあるあいだも」と私は言った、「精神によってそれが生じることはできる。しかし何よりも、身体から解き放たれ、それ自体として独立に在るようになったとき、それは終始恋い焦がれていたものに出会うのだ」。「では、それはふたたび人間となったとき、そのことを覚えているのか」。「そうは思われない」と私は言った。「では、見た魂たちにとって何の益があるのか。あるいは、見た者は見なかった者よりも何を余分に持っているというのか、もし見たということそのことすら覚えていないとすれば」。
Dialogus cum Tryphone Iudaeo 4.6
Οὐκ ἔχω εἰπεῖν, ἦν δ᾿ ἐγώ. Αἱ δὲ ἀνάξιαι ταύτης τῆς θέας κριθεῖσαι τί πάσχουσιν; ἔφη. Εἴς τινα θηρίων ἐνδεσμεύονται σώματα. καὶ αὕτη ἐστὶ κόλασις αὐτῶν. Οἴδασιν οὖν ὅτι διὰ ταύτην τὴν αἰτίαν ἐν τοιούτοις εἰσὶ σώμασι καὶ ὅτι ἐξήμαρτόν τι; Οὐ νομίζω.
「私には答えられない」と私は言った。「では、この観照にふさわしくないと判定された魂たちは、何を被るのか」と彼は言った。「ある種の獣たちの肉体に縛りつけられる。そしてこれが彼らへの罰である」。「では、それらの魂は、この理由によってそのような肉体の中にいること、そして何か罪を犯したということを知っているのか」。「そうは思わない」。
Dialogus cum Tryphone Iudaeo 4.7
Οὐδὲ ταύταις ἄρα ὄφελός τι τῆς κολάσεως, ὡς ἔοικεν· ἀλλ᾿ οὐδὲ κολάζεσθαι αὐτὰς λέγοιμι, εἰ μὴ ἀντιλαμβάνονται τῆς κολάσεως. Οὐ γάρ. Οὔτε οὖν δρῶσι τὸν θεὸν αἱ ψυχαί, οὔτε μεταμείβουσιν εἰς ἕτερα σώματα· ᾔδεσαν γὰρ ἂν ὅτι κολάζονται οὕτως, καὶ ἐφοβοῦντο ἂν καὶ τὸ τυχὸν ἐξαμαρτεῖν ὕστερον. Νοεῖν δὲ αὐτὰς δύνασθαι ὅτι ἔστι θεὸς καὶ δικαιοσύνη καὶ εὐσέβεια καλόν, κἀγὼ συντίθεμαι, ἔφη. Ὀρθῶς λέγεις, εἶπον.
「では、この罰もそれらの魂には何の益もないと見える。いや、それどころか、もしそれらがその罰を自覚していないのなら、私はそれらが罰せられているとさえ言うまい」。「たしかにそうだ」。「してみると、魂は神を見ることもなければ、他の肉体へ移り変わることもない。もしそうならば、魂は自分がこのように罰せられていることを知っていただろうし、後になってたまたま罪を犯すことをも恐れたであろうから。しかし、魂が神が存在すること、そして正義と敬虔が善きものであることを思惟しうるという点については、私も同意する」と彼は言った。「正しく言われた」と私は言った。