ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput CXXI 第CXXI章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 121.1

1

Καὶ ἡσυχίαν ἀγόντων αὐτῶν ἐπέφερον· Διὰ Δαυῒδ περὶ τούτου λέγων τοῦ Χριστοῦ, ὦ φίλοι, οὐκέτι ἐν τῷ σπέρματι αὐτοῦ εἶπεν εὐλογηθήσεσθαι τὰ ἔθνη, ἀλλὰ ἐν αὐτῷ. Οὕτω δὲ ἐκεῖ ἐστι· Τὸ ὄνομα αὐτοῦ εἰς τὸν αἰῶνα, ὑπὲρ τὸν ἥλιον ἀνατελεῖ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη. Εἰ δὲ ἐν τῷ Χριστῷ εὐλογεῖται τὰ ἔθνη πάντα, καὶ ἐκ πάντων τῶν ἐθνῶν ἐπὶ τοῦτον πιστεύομεν, καὶ αὐτός ἐστιν ὁ Χριστός, καὶ ἡμεῖς οἱ δι᾿ αὐτοῦ εὐλογημένοι.

そして彼らが静まっていたので、私は続けて言った。「友よ、ダビデを通して、このキリストについて語るとき、神はもはや、その子孫において諸国民が祝福されるであろうとは言われず、彼自身において、と言われたのである。そこにはこうある。『その名は世々限りなく、太陽よりも高く昇るであろう。そして、彼において、すべての諸国民は祝福されるであろう。』もしキリストにおいてすべての諸国民が祝福されるのであり、我々があらゆる諸国民の中からこの方を信じているのであれば、この方こそキリストであり、我々こそが彼を通して祝福された者たちなのである。」

Dialogus cum Tryphone Iudaeo 121.2

2

Τὸν μὲν ἥλιον ὁ θεὸς ἐδεδώκει πρότερον εἰς τὸ προσκυνεῖν αὐτόν, ὡς γέγραπται, καὶ οὐδένα οὐδέποτε ἰδεῖν ἔστιν ὑπομείναντα διὰ τὴν πρὸς τὸν ἥλιον πίστιν ἀποθανεῖν· διὰ δὲ τὸ ὄνομα τοῦ Ἰησοῦ ἐκ παντὸς γένους ἀνθρώπων καὶ ὑπομείναντας καὶ ὑπομένοντας πάντα πάσχειν ὑπὲρ τοῦ μὴ ἀρνήσασθαι αὐτὸν ἰδεῖν ἔστι. Πυρωδέστερος γὰρ αὐτοῦ ὁ τῆς ἀληθείας καὶ σοφίας λόγος καὶ φωτεινότερος μᾶλλον τῶν ἡλίου δυνάμεών ἐστι, καὶ εἰς τὰ βάθη τῆς καρδίας καὶ τοῦ νοῦ εἰσδύνων. Ὅθεν καὶ ὁ λόγος ἔφη· Ὑπὲρ τὸν ἥλιον ἀνατελεῖ τὸ ὄνομα αὐτοῦ. Καὶ πάλιν Ἀνατολὴ ὄνομα αὐτοῦ Ζαχαρίας φησί. Καὶ περὶ τοῦ αὐτοῦ λέγων εἶπεν, ὅτι Κόψονται φυλὴ κατὰ φυλήν.

「太陽を、神は以前、書かれているとおり、それを拝ませるために与えられた。だが、太陽への信仰のために死ぬことに耐えた者を、誰ひとりとして見た者はいない。しかし、イエスの名のゆえに、あらゆる人間の族の中から、彼を否まないために、あらゆることに耐え、また耐え続けている者たちを見ることができる。というのも、真理と知恵のロゴスは、太陽よりも燃え立つものであり、太陽のもろもろの力よりもさらに輝かしいものであって、心と精神の深みにまで入り込むからである。それゆえ、ロゴスもこう言ったのである。『その名は太陽よりも高く昇るであろう。』そしてまた、ゼカリヤは、『その名は曙光である』と言っている。そして同じ方について語りながら、『部族は部族ごとに胸を打って嘆くであろう』と言った。」

Dialogus cum Tryphone Iudaeo 121.3

3

Εἰ δὲ ἐν τῇ ἀτίμῳ καὶ ἀειδεῖ καὶ ἐξουθενημένῃ πρώτῃ παρουσίᾳ αὐτοῦ τοσοῦτον ἔλαμψε καὶ ἴσχυσεν, ὡς ἐν μηδενὶ γένει ἀγνοεῖσθαι αὐτὸν καὶ ἀπὸ παντὸς μετάνοιαν πεποιῆσθαι ἀπὸ τῆς παλαιᾶς κακῆς ἑκάστου γένους πολιτείας, ὥστε καὶ τὰ δαιμόνια ὑποτάσσεσθαι αὐτοῦ τῷ ὀνόματι καὶ πάσας τὰς ἀρχὰς καὶ τὰς βασιλείας τούτου τὸ ὄνομα παρὰ πάντας τοὺς ἀποθανόντας δεδοικέναι, οὐκ ἐκ παντὸς τρόπου ἐν τῇ ἐνδόξῳ αὐτοῦ παρουσίᾳ καταλύσει πάντας τοὺς μισήσαντας αὐτὸν καὶ τοὺς αὐτοῦ ἀδίκως ἀποστάντας, τοὺς δὲ ἰδίους ἀναπαύσει, ἀποδιδοὺς αὐτοῖς τὰ προσδοκώμενα πάντα;

「もし、その卑しく、姿もなく、蔑まれた最初の来臨において、これほどまでに輝き、力を及ぼし、いかなる族にも知られぬところがなく、あらゆる族から、それぞれの古い悪しき生き方からの悔い改めがもたらされ、悪霊どもさえもその名に服し、あらゆる権勢と王国が、この方の名を、死んだあらゆる者たちにもまして恐れるほどであったとすれば、その栄光ある来臨においては、あらゆるしかたで、この方を憎んだすべての者たちと、不当に彼から離反した者たちとを滅ぼし、ご自分に属する者たちを憩わせ、彼らに待ち望まれていたすべてのものを与えることにならないはずがあろうか。」

Dialogus cum Tryphone Iudaeo 121.4

4

Ἡμῖν οὖν ἐδόθη καὶ ἀκοῦσαι καὶ συνεῖναι καὶ σωθῆναι διὰ τούτου τοῦ Χριστοῦ καὶ τὰ τοῦ πατρὸς ἐπιγνῶναι πάντα. Διὰ τοῦτο ἔλεγε πρὸς αὐτόν· Μέγα σοί ἐστι τοῦ κληθῆναί σε παῖδά μου, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν αὐτῶν ἕως ἐσχάτου τῆς γῆς.

「それゆえ、我々には、聞くことも、理解することも、このキリストを通して救われることも、また父のことをことごとく知ることも与えられたのである。それゆえ神は彼に向かってこう言われた。『汝が私の僕と呼ばれ、ヤコブの部族を立て直し、イスラエルの離散を呼び戻すことは、汝にとって大いなることである。私は汝を諸国民の光として据えた。地の果てに至るまで、汝が彼らの救いとなるためである。』」