Dialogus cum Tryphone Iudaeo 17.1
Οὐχ οὕτως γὰρ τὰ ἄλλα ἔθνη εἰς ταύτην τὴν ἀδικίαν τὴν εἰς ἡμᾶς καὶ τὸν Χριστὸν ἐνέχονται, ὅσον ὑμεῖς, οἳ κἀκείνοις τῆς κατὰ τοῦ δικαίου καὶ ἡμῶν τῶν ἀπ᾿ ἐκείνου κακῆς προλήψεως αἴτιοι ὑπάρχετε· μετὰ γὰρ τὸ σταυρῶσαι ὑμᾶς ἐκεῖνον τὸν μόνον ἄμωμον καὶ δίκαιον ἄνθρωπον, δι᾿ οὗ τῶν μωλώπων ἴασις γίνεται τοῖς δι᾿ αὐτοῦ ἐπὶ τὸν πατέρα προσχωροῦσιν, ἐπειδὴ ἐγνώκατε αὐτὸν ἀναστάντα ἐκ νεκρῶν καὶ ἀναβάντα εἰς τὸν οὐρανόν, ὡς αἱ προφητεῖαι προεμήνυον γενησόμενον, οὐ μόνον οὐ μετενοήσατε ἐφ᾿ οἷς ἐπράξατε κακοῖς, ἀλλὰ ἄνδρας ἐκλεκτοὺς ἀπὸ Ἱερουσαλὴμ ἐκλεξάμενοι τότε ἐξεπέμψατε εἰς πᾶσαν τὴν γῆν, λέγοντας αἵρεσιν ἄθεον Χριστιανῶν πεφηνέναι, καταλέγοντάς τε ταῦτα ἅπερ καθ᾿ ἡμῶν οἱ ἀγνοοῦντες ἡμᾶς πάντες λέγουσιν· ὥστε οὐ μόνον ἑαυτοῖς ἀδικίας αἴτιοι ὑπάρχετε, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἁπλῶς ἀνθρώποις.
「他の諸国民は、我々とキリストに対するこの不義に、諸君ほどには関わっていない。諸君は、彼ら〔他の諸国民〕における、正しい方に対する、また彼に由来する我々に対する悪しき先入見の原因でもあるのだから。というのも、諸君はかの唯一汚れなく正しい人――彼を通して父のもとに近づく者たちには、彼によって打ち傷の癒しが与えられる――を十字架にかけたのち、預言があらかじめそうなると告げていたとおりに彼が死者の中から甦り天に昇ったことを知りながら、行った悪事について悔い改めなかったばかりか、それどころかエルサレムから選りすぐりの者たちを選んで、あらゆる地に遣わし、無神論のキリスト教徒の分派が現れたと言わせ、我々を知らぬ者たちが皆我々について言い立てることをことごとく並べ立てさせた。かくして諸君は、自分自身にとってだけでなく、他のすべての人間一般にとっても、不義の原因なのである。」
Dialogus cum Tryphone Iudaeo 17.2
Καὶ δικαίως βοᾷ Ἡσαΐας· Δι᾿ ὑμάς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Καὶ· Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. Τοίνυν τὰ γεννήματα τῶν ἔργων αὐτῶν φάγονται. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ. Καὶ πάλιν ἐν ἄλλοις· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἀμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας, οἱ λέγοντες· Τὸ τάχος αὐτοῦ ἐγγισάτω, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. Οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ φῶς σκότος καὶ τὸ σκότος φῶς, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν.
「そして正当にもイザヤは叫ぶ。『汝らのゆえに、我が名は諸国民の中で冒瀆されている。』また、『彼らの魂に災いあれ。彼らは自分自身に対して悪しき謀りごとを謀り、「正しい者を縛ろう、彼は我々にとって厄介だから」と言ったからだ。それゆえ彼らは自分の業の実を食らうことになる。不法な者に災いあれ。その手の業に応じて悪しきことが彼の身に起こるだろう。』また別の箇所で再びこう言う。『長い綱で自分の罪を、牛のくびきの革紐で不法を引き寄せる者たちに災いあれ。彼らはこう言う、「彼の速さが近づき、聖なるイスラエルの謀りごとが来ればよい、我々が知るために」と。悪を善と呼び、善を悪と呼ぶ者たち、光を闇とし闇を光とする者たち、苦いものを甘いとし甘いものを苦いとする者たちに災いあれ。』」
Dialogus cum Tryphone Iudaeo 17.3
Κατὰ οὖν τοῦ μόνου ἀμώμου καὶ δικαίου φωτός, τοῖς ἀνθρώποις πεμφθέντος παρὰ τοῦ θεοῦ, τὰ πικρὰ καὶ σκοτεινὰ καὶ ἄδικα καταλεχθῆναι ὲν πάσῃ τῇ γῇ ἐσπουδάσατε. Δύσχρηστος γὰρ ὑμῖν ἔδοξεν εἶναι, βοῶν παρ᾿ ὑμῖν· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς ἐστιν, ὑμεῖς δὲ πεποιήκατε αὐτὸν σπήλαιον λῃστῶν. Καὶ τὰς τραπέζας τῶν ἐν τῷ ναῷ κολλυβιστῶν κατέστρεψε.
「それゆえ諸君は、神から人間たちのもとに遣わされた、唯一汚れなく正しい光に対して、苦く暗く不義なことを全地にわたって語り立てようと躍起になった。彼は諸君にとって厄介だと思われたのだ。彼は諸君のもとでこう呼ばわった。『こう書かれている、「私の家は祈りの家である」と。しかるに汝らはそれを盗賊の巣にしてしまった。』そして彼は、神殿にいた両替商たちの台を倒した。」
Dialogus cum Tryphone Iudaeo 17.4
Καὶ ἐβόα· Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ πήγανον, τὴν δὲ ἀγάπην τοῦ θεοῦ καὶ τὴν κρίσιν οὐ κατανοεῖτε· τάφοι κεκονιαμένοι, ἔξωθεν φαινόμενοι ὡραῖοι, ἔσωθεν δὲ γέμοντες ὀστέων νεκρῶν. Καὶ τοῖς γραμματεῦσιν· Οὐαὶ ὑμὶν, γραμματεῖς, ὅτι τὰς κλεῖς ἔχετε, καὶ αὐτοὶ οὐκ εἰσέρχεσθε καὶ τοὺς εἰσερχομένους κωλύετε· ὁδηγοὶ τυφλοί.
「そして彼はこう呼ばわった。『災いあれ、律法学者たちとファリサイ人たち、偽善者たちよ。汝らは薄荷と芸香の十分の一は納めるが、神への愛と裁きは顧みない。汝らは白く塗った墓であり、外側は美しく見えるが、内側は死者の骨で満ちている。』また律法学者たちに向かって、『災いあれ、律法学者たちよ。汝らは鍵を持ちながら、自分は入らず、入ろうとする者たちを妨げている。盲いた案内人たちよ。』」