Dialogus cum Tryphone Iudaeo 131.1
Ἐρῶ δὲ καὶ τοὺς λόγους, δι᾿ ὧν δηλοῦται μερίσας πάντα τὰ ἔθνη ὁ θεός. Εἰσὶ δὲ οὗτοι· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί σοι. Ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ., ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμοὺς υἱῶν Ἰσραήλ· καὶ ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Καὶ εἰπὼν ταῦτα ἐπήνεγκα λέγων ὅτι οἱ ἑβδομήκοντα ἐξηγήσαντο, ὅτι Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. Ἀλλ᾿ ἐπεὶ καὶ ἐκ τούτου πάλιν οὐδέν μοι ἐλαττοῦται ὁ λόγος, τὴν ὑμετέραν ἐξήγησιν εἶπον.
私はまた、神がすべての諸国民を分けたことが示されている言葉をも語ろう。それらはこうである。『お前の父に尋ねよ、そうすれば彼はお前に告げるであろう。お前の長老たちに尋ねよ、そうすれば彼らはお前に語るであろう。いと高き方が諸国民を分けた時、アダムの子らを散らしたように、イスラエルの子らの数に従って諸国民の境を定めた。そして主の分け前はその民ヤコブとなり、その相続の測り縄はイスラエルとなった。』こう語ってから、私は付け加えて、七十人はこれをこう釈義したと言った。『諸国民の境を、神の天使たちの数に従って定めた。』しかし、これによっても私の論には何ら不都合が生じないので、私は諸君の釈義を〔そのまま〕述べておいた。
Dialogus cum Tryphone Iudaeo 131.2
Καὶ ὑμεῖς δ᾿, εἰ βούλεσθε τὴν ἀλήθειαν ὁμολογῆσαι, ὅτι πιστότεροι πρὸς τὸν θεόν ἐσμεν, οἵτινες διὰ τοῦ ἐξουθενημένου καὶ ὀνείδους μεστοῦ μυστηρίου τοῦ σταυροῦ κληθέντες ὑπὸ τοῦ θεοῦ, ὧν καὶ τῇ ὁμολογίᾳ καὶ τῇ ὑπακοῇ καὶ τῇ εὐσεβείᾳ κολάσεις μέχρι θανάτου ὑπὸ τῶν δαιμονίων καὶ τῆς στρατιᾶς τοῦ διαβόλου, διὰ τῆς ὑφ᾿ ὑμῶν ἐκείνοις γεγενημένης ὑπηρεσίας, προστετίμηνται, πάνθ᾿ ὑπομένομεν ὑπὲρ τοῦ μηδὲ μέχρι φωνῆς ἀρνεῖσθαι τὸν Χριστόν, δι᾿ οὗ ἐκλήθημεν εἰς σωτηρίαν τὴν προητοιμασμένην παρὰ παρὰ τοῦ πατρός,
そして諸君は、もし真理を認める気があるなら、〔認めるであろう〕——我々の方が神に対してより信実であるということを。我々は、蔑まれ辱めに満ちた十字架の奥義を通して神に召され、その信仰告白と服従と敬虔とのゆえに、悪霊どもと悪魔の軍勢によって死に至るまでの罰を、諸君によって彼らになされた奉仕を通して科せられている者でありながら、キリストを声に出してさえも否むことがないように、あらゆることに耐え忍んでいる。この方を通して我々は、父のもとから予め備えられた救いへと召されたのである。
Dialogus cum Tryphone Iudaeo 131.3
ὑμῶν τῶν ἐν βραχίονι ὑψηλῷ καὶ ἐπισκοπῇ μεγάλης δόξης λυτρωθέντων ἀπὸ τῆς Αἰγύπτου, θαλάσσης ὑμῖν τμηθείσης καὶ γενομένης ὁδοῦ ξηρᾶς, ἐν ᾗ τοὺς διώκοντας ὑμᾶς μετὰ δυνάμεως πολλῆς πάνυ καὶ ἐνδόξων ἀρμάτων, ἐπικλύσας αὐτοῖς τὴν δι᾿ ὑμᾶς ὁδοποιηθεῖσαν θάλασσαν, ἀπέκτεινεν· οἷς καὶ στύλος φωτὸς ἔλαμπεν, ἵνα καὶ παρὰ τὸν πάντα ἄλλον λαὸν τὸν ἐν τῷ κόσμῳ ἰδίῳ καὶ ἀνελλιπεῖ καὶ μὴ δύνοντι φωτὶ χρῆσθαι ἔχητε· οἷς ἄρτον εἰς τροφὴν δι᾿ ἀγγέλων οὐρανίων, τὸ μάννα, ἔβρεξεν, ἵνα μηδὲ σιτοποιίας δεόμενοι ζητήσητε· καὶ τὸ ἐν Μερρᾷ ὕδωρ ἐγλυκάνθη·
諸君は、高く上げられた腕と大いなる栄光の顧みとによってエジプトから贖われた者であり、海が諸君のために切り分けられて乾いた道となり、その中で、非常に大きな力と輝かしい戦車とともに諸君を追う者たちを、諸君のために道とされたその海を〔神が〕押し流して滅ぼした。諸君には光の柱が輝き、それによって世にある他のあらゆる民と違って、独自の、絶えることのない、沈むことのない光を用いることができ、諸君には、天の天使たちを通して、食物としてのパンすなわちマンナが降らされ、それによってパンを焼く手間さえ要せずにすむようにされ、メラにおいては水が甘くされた。
Dialogus cum Tryphone Iudaeo 131.4
καὶ σημεῖον τοῦ σταυροῦσθαι μέλλοντος καὶ ἐπὶ τῶν ὄφεων τῶν δακόντων ὑμᾶς, ὡς προεῖπον, γεγένηται (πάντα προλαμβάνοντος πρὸ τῶν ἰδίων καιρῶν τὰ μυστήρια χαρίζεσθαι ὑμῖν τοῦ θεοῦ, πρὸς ὅν ἀχάριστοι ἐλέγχεσθε ἀεὶ γεγενημένοι) καὶ διὰ τοῦ τύπου τῆς ἐκτάσεως τῶν χειρῶν Μωσέως καὶ τοῦ ἐπονομασθέντος Ἰησοῦ πολεμούντων τὸν Ἀμαλήκ, περὶ οὗ εἶπεν ὁ θεὸς ἀναγραφῆναι τὸ γεγενημένον, φήσας καὶ εἰς τὰς ὑμῶν ἀκοὰς Ἰησοῦ παραθέσθαι τὸ ὄνομα, εἰπὼν ὅτι οὗτός ἐστιν ὁ μέλλων ἐξαλείφειν ἀπὸ τῆς ὑπὸ τὸν οὐρανὸν τὸ μνημόσυνον τοῦ Ἀμαλήκ.
そして、これから十字架にかけられようとする方のしるしが、諸君を噛んだ蛇どもに対しても、既に述べたとおり、生じた(神は、ご自身の奥義を、その定められた時に先立って諸君に与えることを、常に先取りされるのであり、それに対して諸君は常に恩を知らぬ者であることが明らかにされている)。またモーセの両手を伸ばすという予型と、イエスと名づけられた者がアマレクと戦ったこととを通しても、〔しるしが生じた〕。このことについて神は、起こったことを書き記すよう命じ、諸君の耳にもイエスという名を留め置くようにと語り、この方こそが天の下からアマレクの記憶を消し去ろうとする者であると言われた。
Dialogus cum Tryphone Iudaeo 131.5
Καὶ ὅτι τὸ μνημόσυνον τοῦ Ἀμαλὴκ καὶ μετὰ τὸν τοῦ Ναυῆ υἱὸν μένει, φαίνεται· διὰ δὲ τοῦ Ἰησοῦ τοῦ σταυρωθέντος, οὗ καὶ τὰ σύμβολα ἐκεῖνα προκηρύγματα ἦν τῶν κατ᾿ αὐτὸν ἁπάντων, ὅτι μέλλει ἐξολοθρευθήσεσθαι τὰ δαιμόνια καὶ δεδιέναι τὸ ὄνομα αὐτοῦ, καὶ πάσας τὰς ἀρχὰς καὶ τὰς βασιλείας ὁμοίως ὑφορᾶσθαι αὐτόν, καὶ ἐκ παντὸς γένους ἀνθρώπων θεοσεβεῖς καὶ εἰρηνικοὺς δείκνυσθαι εἶναι τοὺς εἰς αὐτὸν πιστεύοντας, φανερὸν ποιεῖ, καὶ τὰ προανιστορημένα ὑπ᾿ ἐμοῦ, Τρύφων, σημαίνουσι.
そしてアマレクの記憶が、ヌンの子〔ヨシュア〕の後にもなお残っていることは、明らかである。しかし、十字架にかけられたイエス——その方についてあの〔モーセの〕しるしどもは、その方に関するすべてのことの予告であった——を通して、悪霊どもが滅ぼし尽くされ、その名を恐れるようになること、そしてあらゆる支配と王国とが同様にこの方を警戒するようになること、あらゆる人間の族の中から、この方を信じる者たちが神を敬う者、平和を愛する者であることが示されるようになること、これが明らかにされるのであり、私が先に物語ったことも、トリュフォンよ、これを示している。
Dialogus cum Tryphone Iudaeo 131.6
Καὶ τοσαύτη δὲ ὀρτυγομήτρα ἐδόθη ὑμῖν ἐπιθυμήσασι κρεωφαγίας, ὅση ἀνάριθμους εἰπεῖν· οἷς καὶ ἐκ πέτρας ὕδωρ ἀνέβλυσε, καὶ νεφέλη εἰς σκιὰν ἀπὸ καύματος καὶ φυλακὴν ἀπὸ κρύους εἵπετο, ἄλλου οὐρανοῦ καινοῦ τρόπον καὶ προαγγελίαν ἀπαγγέλλουσα· ὧν καὶ οἱ ἱμάντες τῶν ὑποδημάτων οὐκ ἐρράγησαν, οὐδὲ αὐτὰ τὰ ὑποδήματα ἐπαλαιώθη, οὐδὲ τὰ ἐνδύματα κατετρίβη, ἀλλὰ καὶ τὰ τῶν νεωτέρων συνηύξανε.
そして、肉を食べたいと望んだ諸君には、数えきれないほどのウズラが与えられた。諸君には岩から水が湧き出し、雲が暑さからの陰と寒さからの守りとなって従い、それは新しいもう一つの天のあり方と予告とを告げ知らせるものであった。諸君の履物の紐は切れることなく、履物そのものも古びることなく、衣服もすり切れることなく、若い者たちの衣服さえも〔身とともに〕成長した。