Dialogus cum Tryphone Iudaeo 62.1
Καὶ τοῦτο αὐτό, ὦ φίλοι, εἶπε καὶ διὰ Μωσέως ὁ τοῦ θεοῦ λόγος, μηνύων ἡμῖν ὃν ἐδήλωσε τὸν θεὸν λέγειν τούτῳ αὐτῷ τῷ νοήματι ἐπὶ τῆς ποιήσεως τοῦ ἀνθρώπου. λέγων ταῦτα· Ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν ὁ θεὸς αὐτοὺς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς.
「友らよ、この同じことを、神のロゴスは、モーセを通しても語り、人間の創造にあたって、まさにこの同じ意味において神が語りかけた相手として示したその方を、我々に明かしている。すなわちこう言って。『我々のかたちに、我々の似姿に従って、人間を造ろう。そして彼らに、海の魚、空の鳥、家畜、全地、地を這うすべての這うものを支配させよう。そして神は人間を造られた、神のかたちに従って彼を造られた。男と女とに彼らを造られた。そして神は彼らを祝福して言われた、生めよ、増えよ、地に満ちて、これを支配せよと。』」
Dialogus cum Tryphone Iudaeo 62.2
Καὶ ὄπως μή, ἀλλάσσοντες τοὺς προλελεγμένους λόγους, ἐκεῖνα λέγητε ἃ οἱ διδάσκαλοι ὑμῶν λέγουσιν, ἢ ὅτι πρὸς ἑαυτὸν ἔλεγεν ὁ θεὸς Ποιήσωμεν, ὁποῖον καὶ ἡμεῖς μέλλοντές τι ποιεῖν πολλάκις πρὸς ἑαυτοὺς λέγομεν Ποιήσωμεν, ἢ ὅτι πρὸς τὰ στοιχεῖα, τουτέστι τὴν γῆν καὶ τὰ ἄλλα ὁμοίως, ἐξ ὧν νοοῦμεν τὸν ἄνθρωπον γεγονέναι, θεὸν εἰρηκέναι Ποιήσωμεν, λόγους τοὺς εἰρημένους ὑπ᾿ αὐτοῦ τοῦ Μωσέως πάλιν ἱστορήσω, ἐξ ὧν ἀναμφιλέκτως πρός τινα, καὶ ἀριθμῷ ὄντα ἕτερον καὶ λογικὸν ὑπάρχοντα, ὡμιληκέναι αὐτὸν ἐπιγνῶναι ἔχομεν.
「そして、諸君が、先に語られた言葉を変えて、諸君の教師たちが言うようなことを言うことのないように——すなわち、神が自分自身に向かって『我々は造ろう』と言われた、それはちょうど我々自身も、何かをしようとするとき、しばしば自分自身に向かって『我々はしよう』と言うのと同じことであるとか、あるいは、地やその他同様のもの、それらから人間ができたと我々が考える元素に向かって、神が『我々は造ろう』と言われたのだとか、そういうことを言わないように——私はふたたび、モーセ自身によって語られた言葉を挙げよう。それらの言葉から、疑いなく、数において別であり、理性的な存在である誰かに向かって、神が語りかけたということを、我々は知ることができるのである。」
Dialogus cum Tryphone Iudaeo 62.3
Εἰσὶ δὲ οἱ λόγοι οὗτοι· Καὶ εἶπεν ὁ θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἶς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Οὐκοῦν εἰπὼν Ὡς εἶς ἐξ ἡμῶν, καὶ ἀριθμὸν τῶν ἀλλήλοις συνόντων, καὶ τὸ ἐλάχιστον δύο μεμήνυκεν. Οὐ γὰρ ὅπερ ἡ παρ᾿ ὑμῖν λεγομένη αἵρεσις δογματίζει φαίην ἂν ἐγὼ ἀληθὲς εἶναι, ἢ οἱ ἐκείνης διδάσκαλοι ἀποδεῖξαι δύνανται ὅτι ἀγγέλοις ἔλεγεν ἢ ὅτι ἀγγέλων ποίημα ἦν τὸ σῶμα τὸ ἀνθρώπειον.
「その言葉とはこうである。『すると神は言われた、見よ、アダムは、善悪を知ることにおいて、我々のうちの一人のようになった。』したがって、『我々のうちの一人のように』と言うことによって、互いにともにある者たちの数、しかも少なくとも二人であることを示している。というのも、私は、諸君のもとで言われているあの分派が説くこと、すなわち、神は使いたちに向かって語ったのだとか、人間の肉体は使いたちの作品であったのだとかいうことが真であるとは言わないし、その分派の教師たちもそれを証明することはできないからである。」
Dialogus cum Tryphone Iudaeo 62.4
Ἀλλὰ τοῦτο τὸ τῷ ὄντι ἀπὸ τοῦ πατρὸς προβληθὲν γέννημα πρὸ πάντων τῶν ποιημάτων συνῆν τῷ πατρί, καὶ τούτῳ ὁ πατὴρ προσομιλεῖ, ὡς ὁ λόγος διὰ τοῦ Σολομῶνος ἐδήλωσεν, ὅτι καὶ ἀρχὴ πρὸ πάντων τῶν ποιημάτων τοῦτ᾿ αὐτὸ καὶ γέννημα ὑπὸ τοῦ θεοῦ ἐγεγέννητο, ὃ σοφία διὰ Σολομῶνος καλεῖται, καὶ δι᾿ ἀποκαλύψεως τῆς γεγενημένης Ἰησοῦ τῷ τοῦ Ναυῆ τοῦτο αὐτὸ εἰπόντος. Ἵνα δὲ καὶ ἐκ τούτων φανερὸν ὑμῖν γένηται ὃ λέγω, ἀκούσατε καὶ τῶν ἀπὸ τοῦ βιβλίου Ἰησοῦ.
「そうではなく、実際に父から生み出されたこの子は、すべての被造物に先立って父とともにあったのであり、父はこの方と語り合っておられる。ソロモンを通してロゴスが明らかにしたように、この同じ方は、すべての被造物に先立つ初めであり、神によって生み出された子として、ソロモンを通しては知恵と呼ばれ、また、ヌンの子ヨシュアに起こった啓示によっても、この同じ方がそのことを語っている。私が語っていることを、これらのことからも諸君に明らかにするために、ヨシュアの書からの言葉も聞くがよい。」
Dialogus cum Tryphone Iudaeo 62.5
Ἔστι δὲ ταῦτα· Καὶ ἐγένετο ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχώ, ἀναβλέψας τοῖς ὀφθαλμοῖς ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ. Καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου, νῦν παραγέγονα. Καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου πρὸς Ἰησοῦν· Λῦσαι τὰ ὑποδήματα τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐφ᾿ οὗ ἕστηκας, γῆ ἁγία ἐστί. Καὶ ἡ Ἱεριχὼ συγκεκλεισμένη ἦν καὶ ὠχυρωμένη, καὶ οὐδεὶς ἐξ αὐτῆς ἐξεπορεύετο. Καὶ εἶπε κύριος πρὸς Ἰησοῦν· Ἰδοὺ παραδίδωμί σοι τὴν Ἱεριχὼ ὑποχείριον καὶ τὸν βασιλέα αὐτῆς τὸν ἐν αὐτῇ, δυνατοὺς ὄντας ἰσχύϊ.
「それはこうである。『ヨシュアがエリコにいたときのことである。目を上げて見ると、自分の前に一人の人が立っているのを見た。ヨシュアは近づいて彼に言った、あなたは我々の側の者か、それとも敵の側の者かと。すると彼に言った、私は主の軍勢の総大将である、今参上したのだと。するとヨシュアは地にひれ伏して、彼に言った、主よ、あなたの僕に何をお命じになりますかと。すると主の総大将はヨシュアに言った、お前の足の履物を脱げ。お前が立っているその場所は聖なる地であるからと。エリコは閉ざされ、堅く守られており、そこから出て行く者は誰もいなかった。すると主はヨシュアに言われた、見よ、私はエリコをお前の手に渡し、その中にいる王をも、力強い者たちであるにもかかわらず渡そう。』」