ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXVII 第LXVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 11 sectiones

Dialogus cum Tryphone Iudaeo 67.1

1

Καὶ ὁ Τρύφων ἀπεκρίνατο · ῾Π γραφὴ οὐκ ἔχει· Ἰδοῦ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, ἀλλ᾿· Ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ τὰ ἑξῆς λοιπὰ ὡς ἔφης. Ἔστι δὲ ἡ πᾶσα προφητεία λελεγμένη εἰς Ἐζεκίαν, εἰς ὃν καὶ ἀποδείκνυται ἀποβάντα κατὰ τὴν προφητείαν ταύτην.

するとトリュフォンが答えた。「聖書には『見よ、処女が胎に宿し、男の子を産むであろう』とは書かれておらず、『見よ、若い女が胎に宿し、男の子を産むであろう』とあり、お前が言ったとおりに以下続く。この預言はすべてヒゼキヤについて語られたものであり、この預言のとおりに事が彼において成就したことも証明されている。」

Dialogus cum Tryphone Iudaeo 67.2

2

(??)ν δὲ τοῖς τῶν λεγομένων Ἑλλήνων μύθοις λέλεκται ὅτι Περσεὺς ἐκ Δανάης, παρθένου οὔσης, ἐν χρυσοῦ μορφῇ ῥεύσαντος ἐπ᾿ αὐτὴν τοῦ παρ᾿ αὐτοῖς Διὸς καλουμένου, γεγέννηται· καὶ ὑμεῖς τὰ αὐτὰ ἐκείνοις λέγοντες αἰδεῖσθαι ὀφείλετε, καὶ μᾶλλον ἄνθρωπον ἐξ ἀνθρώπων γενόμενον λέγειν τὸν Ἰησοῦν τοῦτον, καί, ἐὰν ἀποδείκνυτε ἀπὸ τῶν γραφῶν ὅτι αὐτός ἐστιν ὁ Χριστός, διὰ τὸ ἐννόμως καὶ τελέως πολιτεύεσθαι αὐτὸν κατηξιῶσθαι τοῦ ἐκλεγῆναι εἰς Χριστόν, ἀλλὰ μὴ τερατολογεῖν τολμᾶτε, ὅπως μηδὲ ὁμοίως τοῖς Ἕλλησι μωραίνειν ἐλέγχησθε.

「いわゆるギリシア人たちの神話のうちには、ペルセウスが、処女であったダナエから生まれたと語られている——彼らのもとでゼウスと呼ばれる者が黄金の形をとって彼女の上に流れ込んだことによって。諸君は彼らと同じことを言っているのだから、恥じねばならない。むしろ、このイエスは人間から生まれた人間であると言い、また、もし諸君が聖書からこの方がキリストであると証明しようとするならば、彼が律法にかない、完全に生きたがゆえにキリストに選ばれるに値したのだと言おうとするならばまだしも、奇怪な物語を語ろうと敢えてすることのないようにせよ——ギリシア人たちと同じように愚かであると論駁されないために。」

Dialogus cum Tryphone Iudaeo 67.3

3

Καὶ ἐγὼ πρὸς ταῦτα ἔφην· Ὤ Τρύφων, ἐκεῖνό σε πεπεῖσθαι βούλομαι καὶ πάντας ἁπλῶς ἀνθρώπους, ὅτι, κἄν γελοιάζοντες ἢ ἐπιτωθάζοντες χείρονα λέγητε, οὐκ ἐκστήσετέ με τῶν προκειμένων, ἀλλ᾿ ἐξ ὧν εἰς ἔλεγχον νομίζετε προβάλλειν λόγων τε ἢ πραγμάτων, ἐξ αὐτῶν τὰς ἀποδείξεις τῶν ὑπ᾿ ἐμοῦ λεγομένων μετὰ μαρτυρίας τῶν γραφῶν ἀεὶ ποιήσομαι.

そこで私はこれに答えて言った。「トリュフォンよ、私はお前に、そして端的にすべての人々に、こう確信してほしい。たとえ諸君が戯れて、あるいは嘲って、より悪しきことを言おうとも、それによって私を、いま論じている事柄から動じさせることはできない。むしろ、諸君が論駁のために差し出そうとする言葉や事柄そのものからこそ、私はつねに、聖書の証しとともに、私が語ることの論証を行おう。」

Dialogus cum Tryphone Iudaeo 67.4

4

Οὐκ ὀρθῶς μέντοι οὐδὲ φιλαλήθως ποιεῖς, κἀκεῖνα περὶ ὧν ἀεὶ συγκαταθέσεις ἡμῖν γεγένηνται, ὅτι διὰ τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν διὰ Μωσέως τινὲς τῶν ἐντολῶν τεθειμέναι εἰσίν, ἀναλύειν πειρώμενος. Ἔφης γὰρ διὰ τὸ ἐννόμως πολιτεύεσθαι ἐκλελέχθαι αὐτὸν καὶ Χριστὸν γεγενῆσθαι, εἰ ἄρα οὗτος ἀποδειχθείη ὤν.

しかし、お前はまた、我々に対して常々同意してきたことがら——すなわち、諸君の民の心の頑なさのゆえに、モーセを通していくつかの戒めが定められたということ——を、いま解き崩そうとしている。それは正しいことでも、真理を愛することでもない。というのもお前は、彼が律法にかなって生きたがゆえに選ばれ、もし彼がまさにそうであると証明されるならばキリストとなったのだ、と言ったからである。

Dialogus cum Tryphone Iudaeo 67.5

5

Καὶ ὁ Τρύφων· Σὺ γὰρ ὡμολόγησας ἡμῖν, ἔφη, ὅτι καὶ περιετμήθη καὶ τὰ ἄλλα τὰ νόμιμα τὰ διὰ Μωσέως διαταχθέντα ἐφύλαξε.

するとトリュフォンが言った。「お前は我々に、彼が割礼を受け、モーセを通して定められた他の律法の定めをも守ったと、認めたではないか。」

Dialogus cum Tryphone Iudaeo 67.6

6

Κἀγὼ ἀπεκρινάμην· Ὡμολόγησά τε καὶ ὁμολογῶ· ἀλλ᾿ οὐχ ὡς δικαιούμενον αὐτὸν διὰ το(??)των ὡμολόγησα ὑπομεμενηκέναι πάντα, ἀλλὰ τὴν οἰκονομίαν ἀπαρτίζοντα, ἣν ἤθελεν ὁ πατὴρ αὐτοῦ καὶ τῶν ὅλων ποιητὴς καὶ κύριος καὶ θεός. Καὶ γὰρ τὸ ἀποθανεῖν σταυρωθέντα ὁμολογῶ ὑπομεῖναι αὐτὸν καὶ τὸ ἄνθρωπον γενέσθαι καὶ τοσαῦτα παθεῖν ὅσα διέθεσαν αὐτὸν οἱ ἀπὸ τοῦ γένους ὑμῶν.

私は答えた。「認めたし、いま認める。しかし、彼がこれらのことによって義とされるためにすべてを耐え忍んだと認めたのではなく、彼の父にして万物の造り主・主・神が望まれた経綸を成し遂げるためであったと認めたのである。実際、彼が十字架につけられて死ぬことを耐え忍んだこと、人となったこと、そして諸君の族の者たちが彼に加えたほどの数々の苦しみを受けたことをも、私は認める。」

Dialogus cum Tryphone Iudaeo 67.7

7

Ἐπεὶ πάλιν, ὦ Τρύφων, μὴ συντίθεσαι οἶς φθάνεις συντεθειμένος, ἀπόκριναί μοι· Οἱ πρὸ Μωσέως γενόμενοι δίκαιοι καὶ πατριάρχαι, μηδὲν φυλάξαντες τῶν ὅσα ἀποδείκνυσιν ὁ λόγος ἀρχὴν διαταγῆς εἰληφέναι διὰ Μωσέως, σώζονται ἐν τῇ τῶν μακαρίων κληρονομίᾳ ἢ οὔ;

それゆえ、ふたたび言うが、トリュフォンよ、お前がすでに同意していることに、いま同意しないというのなら、私に答えよ。モーセ以前にいた正しい人々や族長たちは、モーセを通して定められ始めたと論が示すところのものを何ひとつ守らなかったのに、幸いなる者たちの受け継ぐものの中で救われるのか、それとも救われないのか。

Dialogus cum Tryphone Iudaeo 67.8

8

Καὶ ὁ Τρύφων ἔφη· Αἱ γραφαὶ ἀναγκάζουσί με ὁμολογεῖν. Ὁμοίως δ᾿ ἀνερωτῶ σε πάλιν, ἔφην· Τὰς προσφορὰς καὶ τὰς θυσίας δι᾿ ἔνδειαν ὁ θεὸς ἐνετείλατο ποιεῖν τοὺς πατέρας ὑμῶν, ἢ διὰ τὸ σκληροκάρδιον αὐτῶν καὶ εὐχερὲς πρὸς εἰδωλολατρείαν; Καὶ τοῦτο, ἔφη, αἱ γραφαὶ ὁμοίως ἀναγκάζουσιν ὁμολογεῖν ἡμᾶς.

するとトリュフォンが言った。「聖書が、私に認めることを強いる。」私はふたたび言った。「同じように、もう一度お前に尋ねよう。神が諸君の父祖たちに供え物と供犠とを行うよう命じられたのは、神の不足のゆえであったか、それとも彼らの心の頑なさと偶像礼拝に流されやすい性質のゆえであったか。」彼は言った。「これについても、聖書は同じように、我々に認めることを強いる。」

Dialogus cum Tryphone Iudaeo 67.9

9

Καὶ ὅτι, φημί, καινὴν διαθήκην διαθή- εσθαι ὁ θεὸς ἐπήγγελται παρὰ τὴν ἐν ὄρει Χωρήβ, ὁμοίως αἱ γραφαὶ προεῖπον; Καὶ τοῦτο ἀπεκρίνατο προειρῆσθαι. Κἀγὼ πάλιν· Ἡ δὲ παλαιὰ διαθήκη, ἔφην, μετὰ φόβου καὶ τρόμου διετάγη τοῖς πατράσιν ὑμῶν, ὡς μηδὲ δύνασθαι αὐτοὺς ἐπαίειν τοῦ θεοῦ; Κἀκεῖνος ὡμολόγησε.

私は言った。「そして、神がホレブ山での契約とは別の新しい契約を結ぶことを約束されたということも、同じように聖書はあらかじめ告げていたか。」彼は、それもあらかじめ語られていたと答えた。私はまた言った。「古い契約は、諸君の父祖たちが神の御声を聞き取ることすらできないほどの恐れと戦きをもって定められたのではないか。」彼はこれを認めた。

Dialogus cum Tryphone Iudaeo 67.10

10

Τί οὖν; ἔφην. Ἑτέραν διαθήκην ἔσεσθαι ὁ θεὸς ὑπέσχετο, οὐχ ὡς ἐκείνη διετάγη, καὶ ἄνευ φόβου καὶ τρόμου καὶ ἀστραπῶν διαταγῆναι αὐτοῖς ἔφη, καὶ δεικνύουσαν τί μὲν ὡς αἰώνιον καὶ παντὶ γένει ἁρμόζον καὶ ἔνταλμα καὶ ἔργον ὁ θεὸς ἐπίσταται, τί δὲ πρὸς τὸ σκληροκάρδιον τοῦ λαοῦ ὑμῶν ἁρμοσάμενος, ὡς καὶ διὰ τῶν προφητῶν βοᾷ, ἐνετέταλτο.

そこで私は言った。「では、どうなのか。神は、あの契約が定められたのとは異なるもう一つの契約があることを約束された。恐れも戦きも稲妻もなしにそれが彼らに定められると言われ、そして何が永遠であり、あらゆる族にふさわしい戒めと業として神が知っておられるものであるかを示し、また何が、諸君の民の心の頑なさに合わせて定められたものであるかを——預言者たちを通しても叫んでおられるとおりに——示すものであると。」

Dialogus cum Tryphone Iudaeo 67.11

11

Καὶ τούτῳ συνθέσθαι, ἔφη, ἐκ παντὸς τοὺς φιλαλήθεις, ἀλλὰ μὴ φιλέριδας, ἀναγκαῖον. Κἀγώ· Οὐκ οἶδ᾿ ὅπως, ἔφην, φιλερίστους τινὰς ἀποκαλῶν, αὐτὸς πολλάκις ἐν τούτῳ ἐφάνης τῷ ἔργῳ ὤν, ἀντειπὼν πολλάκις οἷς συνετέθης.

彼は言った。「真理を愛する者たちは、争いを愛する者たちではなく、これに同意することが是非とも必要である。」私は言った。「どうしたことか——お前は他の者たちを争い好きと呼びながら、自分自身がしばしばまさにその行いをしていた、すでに同意したことにたびたび反論して。」