ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LVIII 第LVIII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 13 sectiones

Dialogus cum Tryphone Iudaeo 58.1

1

Κἀγὼ εἶπον· Γραφὰς ὑμῖν ἀνιστορεῖν μέλλω, οὐ κατασκευὴν λόγων ἐν μόνῃ τέχνῃ ἐπιδείκνυσθαι σπεύδω· οὐδὲ γὰρ δύναμις ἐμοὶ τοιαύτη τίς ἐστιν, ἀλλὰ χάρις παρὰ θεοῦ μόνη εἰς τὸ συνιέναι τὰς γραφὰς αὐτοῦ ἐδόθη μοι, ἦς χάριτος καὶ πάντας κοινωνοὺς ἀμισθωτὶ καὶ ἀφθόνως παρακαλῶ γίνεσθαι, ὅπως μὴ καὶ τούτου χάριν κρίσιν ὀφλήσω ἐν ᾗπερ μέλλει κρίσει διὰ τοῦ κυρίου μου Ἰησοῦ Χριστοῦ ὁ ποιητὴς τῶν ὅλων θεὸς ποιεῖσθαι.

私は言った。「私は諸君に聖書を語ろうとしているのであり、単なる技巧による言葉の組み立てを見せびらかそうと急いでいるのではない。私にはそのような力もないのであって、ただ神からの恵みのみが、その聖書を理解するために私に与えられたのである。この恵みに、誰もが無償かつ惜しみなく与ることを、私は勧める。それは、万物の造り主なる神が、私の主イエス・キリストを通して行おうとしておられる裁きにおいて、私がこのことのゆえに罪に定められることのないようにである。」

Dialogus cum Tryphone Iudaeo 58.2

2

Καὶ ὁ Τρύφων· Ἀξίως μὲν θεοσεβείας καὶ τοῦτο πράττεις· εἰρωνεύεσθαι δέ μοι δοκεῖς, λέγων δύναμιν λόγων τεχνικῶν μὴ κεκτῆσθαι. Κἀγὼ πάλιν ἀπεκρινάμην· Ἐπεί σοι δοκεῖ ταῦτα οὕτως ἔχειν, ἐχέτω· ἐγὼ δὲ πέπεισμαι ἀληθῶς εἶναι. Ἀλλ᾿ ἵνα μᾶλλον τὰς ἀποδείξεις τὰς λοιπὰς ἤδη ποιήσωμαι, πρόσεχε τὸν νοῦν. Κἀκεῖνος· Λέγε.

トリュフォンは言った。「それも敬神にふさわしい振る舞いだ。だが、技巧的な言葉の力を持たないと言うのは、私には皮肉を言っているように見える。」私はまた答えた。「お前にそう見えるのなら、それでよい。だが私は、それが真実であると確信している。それより、残りの証明にすぐに取りかかりたいから、注意を払え。」するとかれは言った。「語るがよい。」

Dialogus cum Tryphone Iudaeo 58.3

3

Κἀγώ· Ὑπὸ Μωσέως, ὦ ἀδελφοί, πάλιν γέγραπται, ἔλεγον, ὅτι οὗτος ὁ ὀφθεὶς τοῖς πατριάρχαις λεγόμενος θεὸς καὶ ἄγγελος καὶ κύριος λέγεται, ἵνα καὶ ἐκ τούτων ἐπιγνῶτε αὐτὸν ὑπηρετοῦντα τῷ τῶν ὅλων πατρί, ὡς ἤδη συνέθεσθε, καὶ διὰ πλειόνων πεπεισμένοι βεβαίως μενεῖτε.

私は言った。「兄弟たちよ、族長たちに現れたと言われるこの方が、神とも御使いとも主とも呼ばれていると、モーセによってもまた書かれている。それは、諸君がすでに同意したように、この方が万物の父に仕える者であることを、これらのことからも知り、さらに多くのことによって説得され、堅く留まるためである。」

Dialogus cum Tryphone Iudaeo 58.4

4

Ἐξηγούμενος οὖν διὰ Μωσέως ὁ λόγος τοῦ θεοῦ τὰ περὶ Ἰακώβ, τοῦ υἱωνοῦ τοῦ Ἀβραάμ, οὕτως φησί· Καὶ ἐγένετο ἡνίκα ἐκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς αὐτὰ ἐν τῷ ὕπνῳ· καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοί, ἀναβαίνοντες ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ᾿ ὕπνους· Ἰακώβ, Ἰακώβ.

「そこで、アブラハムの孫であるヤコブについての事柄を、モーセを通して、神のロゴスはこう説き明かして言う。『そして、羊が孕んで身ごもろうとしていたときのことである。私は眠りの中で目にした。すると見よ、雄山羊たちと雄羊たちが、羊たちと雌山羊たちに乗っており、白斑のもの、まだらのもの、灰色の斑点のものであった。すると、神の御使いが眠りの中で私に言った、ヤコブよ、ヤコブよと。』」

Dialogus cum Tryphone Iudaeo 58.5

5

Ἐγὼ δὲ εἶπον· Τί ἐστι, κύριε; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὐς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς· ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ θεοῦ, οὖ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ.

「『すると私は言った、何でしょうか、主よと。すると言われた、目を上げて、雄山羊たちと雄羊たちが羊たちと雌山羊たちに乗っているのを見よ、白斑のもの、まだらのもの、灰色の斑点のものを。私は、ラバンがお前に対して行っていることをすべて見たのだから。私は、神の場所でお前に現れた神である。そこでお前は私のために石柱に油を注ぎ、そこで誓願を立てた。それゆえ今、立って、この地から出て、お前の生まれた地へ行け。そうすれば私はお前とともにいるであろう。』」

Dialogus cum Tryphone Iudaeo 58.6

6

Καὶ πάλιν ἐν ἄλλοις λόγοις περὶ αὐτοῦ τοῦ Ἰακὼβ λέγων οὕτως φησίν· Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς καὶ διέβη τὸν χειμάρρουν καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετ᾿ αὐτοῦ ἕως πρωΐ. Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ᾿ αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος.

「そしてまた、別の言葉で、このヤコブについてこう語って言う。『そして彼は、その夜、立ち上がって、二人の妻と二人の女奴隷と、十一人の子供たちを連れ、ヤボクの渡し場を渡った。彼はまた彼らを連れて渓流を渡り、自分の持ち物すべてを渡らせた。ヤコブはひとり残された。すると、ある人が朝まで彼と格闘した。その人は彼に勝てないのを見て、彼の腿の骨に触れた。すると、彼と格闘するうちに、ヤコブの腿の骨は萎えた。すると、その人は彼に言った、私を去らせよ、夜明けが来たのだからと。』」

Dialogus cum Tryphone Iudaeo 58.7

7

Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἂν μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Εἶπε δὲ αὐτῷ· Οὐ κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐχάρη ἡ ψυχή μου.

「『すると彼は言った、私はお前を去らせはしない、お前が私を祝福するのでなければと。すると彼に言った、お前の名は何か。すると彼は言った、ヤコブと。すると彼に言った、お前の名はもうヤコブとは呼ばれず、イスラエルがお前の名となるだろう。お前は神とともに力強く、人とともにあっても力ある者となるであろうから。すると、ヤコブは尋ねて言った、あなたの名を私に告げてください。すると言った、なぜお前は私のこの名を尋ねるのかと。そしてそこで彼を祝福した。ヤコブはその場所の名を、神の姿と呼んだ。私は顔と顔を合わせて神を見て、私の魂は喜んだからであると。』」

Dialogus cum Tryphone Iudaeo 58.8

8

Καὶ πάλιν ἐν ἑτέροις περὶ τοῦ αὐτοῦ Ἰακὼβ ἐξαγγέλλων ταῦτά φησιν· Ἦλθε δὲ Ἰακὼβ εἰς Λουζᾶ, ἥ ἐστιν ἐν γῇ Χαναάν, ἥ ἐστι Βαιθήλ, αὐτὸς καὶ πᾶς ὁ λαός, ὅς ἦν μετ᾿ αὐτοῦ. Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεὸς ὲν τῷ ἀποδιδράσκειν ἀπὸ προσώπου τοῦ ἀδελφοῦ αὐτοῦ Ἠσαῦ. Ἀπέθανε δὲ Δεβόρρα, ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατωτέρω Βαιθὴλ ὑπὸ τὴν βάλανον, καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς Βάλανον πένθους. Ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ ἔτι ἐν Λουζᾶ, ὅτε παρεγένετο ἐκ Μεσοποταμίας τῆς Συρίας, καὶ εὐλόγησεν αὐτόν. Καὶ εἶπεν αὐτῷ ὁ θεός· Τὸ ὄνομά σου Ἰκκὼβ οὐ κληθήσεται ἔτι, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

「そしてまた、別の箇所で、この同じヤコブについて告げてこう言う。『ヤコブは、カナンの地にあるルズ、すなわちベテルに来た、彼自身と、彼とともにいたすべての民とともに。そして彼はそこに祭壇を築き、その場所の名をベテルと呼んだ。そこで、兄エサウの顔を逃れているときに、神が彼に現れたからである。リベカの乳母デボラが死んで、ベテルの下、樫の木の下に葬られた。ヤコブはその名を嘆きの樫と呼んだ。神はヤコブに、なおルズにおいて、彼がシリアのメソポタミアから来たときに現れ、彼を祝福された。すると神は彼に言われた、お前の名はもはやヤコブとは呼ばれず、イスラエルがお前の名となるであろう。』」

Dialogus cum Tryphone Iudaeo 58.9

9

Θεὸς καλεῖται καὶ θεός ἐστι καὶ ἔσται.

「神と呼ばれ、神であり、神であり続けるであろう。」

Dialogus cum Tryphone Iudaeo 58.10

10

Καὶ συννευσάντων ταῖς κεφαλαῖς ἁπάντων ἔφην ἐγώ· Καὶ τοὺς λόγους, οἵ ἀγγέλλουσι πῶς ὤφθη αὐτῷ, φεύγοντι τὸν ἀδελφὸν Ἠσαῦ, οὗτος καὶ ἄγγελος καὶ θεὸς καὶ κύριος, καὶ ἐν ἰδέᾳ ἀνδρὸς τῷ Ἀβραὰμ φανεὶς καὶ ἐν ἰδέᾳ ἀνθρώπου αὐτῷ τῷ Ἰακὼβ παλαίσας, ἀναγκαῖον εἶναι εἰπεῖν ὑμῖν λογιζόμενος, λέγω.

一同が皆うなずいたので、私は言った。「そして、彼が兄エサウを逃れているときにどのように現れたかを告げるあの言葉——この方こそ、御使いであり、神であり、主であり、人の姿でアブラハムに現れ、人の姿でヤコブ自身と格闘したその方であること——を、諸君に語るのが必要だと考えて、私は語ろう。」

Dialogus cum Tryphone Iudaeo 58.11

11

Εἰσὶ δὲ οὗτοι· Καὶ ἐξῆλθεν Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαράν. Καὶ ἀπήντησε τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλοις. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ καὶ ἐνυπνιάσθη· καὶ ἰδοῦ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ᾿ αὐτῆς, ὁ δὲ κύριος ἐστήρικτο ἐπ᾿ αὐτήν.

「それはこうである。『ヤコブは誓いの井戸から出て、ハランへ向かった。彼はある場所に行き当たり、そこで眠った。日が沈んでいたからである。彼はその場所の石を取って自分の頭のもとに置き、その場所で眠って夢を見た。すると見よ、地に立てられた梯子があり、その頭は天に達しており、神の使いたちがそれを上り下りしていた。そして主はその上にお立ちになっていた。』」

Dialogus cum Tryphone Iudaeo 58.12

12

Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι κύριος, ὁ θεὸς Ἀβραάμ, τοῦ πατρός σου, καὶ Ἰσαάκ. Μὴ φοβοῦ. Ἡ γῆ, ὲφ᾿ ἧς σὺ καθεύδεις ἐπ᾿ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου· καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς, καὶ πλατυνθήσεται εἰς θάλασσαν καὶ νότον καὶ βορρᾶν καὶ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν ὁδῷ πάσῃ ᾗ ἄν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.

「『すると言われた、私は主、お前の父アブラハムの神、またイサクの神である。恐れるな。お前がその上で眠っているこの地を、私はお前と、お前の子孫に与えよう。お前の子孫は地の砂のようになり、海と南と北と東に広がるであろう。そして地のすべての部族が、お前によって、またお前の子孫によって祝福されるであろう。そして見よ、私はお前とともにあり、お前が行くすべての道においてお前を守り、お前をこの地に連れ戻すであろう。私がお前に語ったことすべてを行うまで、私は決してお前を見捨てないのだから。』」

Dialogus cum Tryphone Iudaeo 58.13

13

Καὶ ἐξηγέρθη Ἰακὼβ ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν ὅτι Ἔστι κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος. Οὐκ ἔστι τοῦτο ἄλλ᾿ ἢ οἶκος τοῦ θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τῷ πρωί, καὶ ἔλαθε τὸν λίθον ὅν ὑπέθηκεν ἐκεῖ πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην καὶ ἐπέχεε τὸ ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτοῦ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου Οἶκος θεοῦ· καὶ Οὐλαμμάους ἦν τὸ ὄνομα τῇ πόλει τὸ πρότερον.

「『そしてヤコブは眠りから目覚めて言った、主がこの場所におられるのに、私は知らなかったと。そして彼は恐れて言った、この場所はなんと恐ろしいことか。これはほかでもなく、神の家であり、これは天の門であると。ヤコブは朝起きて、そこで自分の頭のもとに置いた石を取り、それを石柱として立て、その頂に油を注いだ。ヤコブはその場所の名を神の家と呼んだ。その町の名は以前はウラムマウスといった。』」