Dialogus cum Tryphone Iudaeo 136.1
Ὁρᾶτε γὰρ ὡς πρὸς τὸν λαὸν νῦν λεγει, ἀνωτέρω εἰπών· Ὅν τρόπον εὐρεθήσεται ῥὰξ ἐν βότρυϊ, καὶ ἐροῦσι· Μὴ λυμανῇ αὐτόν, ὅτι εὐλογία ἐν αὐτῷ ἐστιν, οὕτω ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι· τούτου ἔνεκεν οὐ μὴ ἀπολέσω πάντας· καὶ μετὰ τοῦτο ἐπιφέρει· Καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ καὶ ἐξ Ἰούδα. Δῆλον οὖν, εἰ ἐκείνοις οὕτως ὀργίζεται καὶ ὀλιγοστοὺς καταλείψειν ἀπειλεῖ, ἄλλους τινὰς ἐξάξειν ἐπαγγέλλεται οἳ κατοικήσουσιν ἐν τῷ ὄρει αὐτοῦ.
見よ、〔預言者が〕今、民に向かって語っていることを。先にこう言っていたとおりである。『ちょうど葡萄の房の中に一粒の実が見出されるように——そして人々は「それを損なうな、その中に祝福があるから」と言うであろう——そのように私は、我に仕える者のゆえに行うであろう。このゆえに、私はすべての者を滅ぼしはしないであろう。』そしてこれに続けて〔主は〕こう言い添える。『そして私はヤコブから、そしてユダから〔種を〕導き出すであろう。』それゆえ明らかである。もしあの者たちに対してこのように怒り、ごく僅かな者しか残さないと脅すのであれば、〔主は〕別の何らかの者たちを導き出すことを約束しているのであり、彼らはその山に住むことになる。
Dialogus cum Tryphone Iudaeo 136.2
Οὗτοι δέ εἰσιν οὓς εἶπε σπερεῖν καὶ γεννήσειν· ὑμεῖς γὰρ οὔτε καλοῦντος αὐτοῦ ἀνέχεσθε οὔτε λαλοῦντος ἀκούετε, ἀλλὰ καὶ τὸ πονηρὸν ἐποιήσατε ἐνώπιον κυρίου. Τὸ δὲ ὑπερβάλλον ὑμῶν τῆς κακίας τὸ καὶ μισεῖν, ὅν ἐφονεύσατε, δίκαιον καὶ τοὺς ἀπ᾿ αὐτοῦ λαβόντας εἶναι ὅπερ εἰσίν, εὐσεβεῖς καὶ δίκαιοι καὶ φιλάνθρωποι. Τοιγαροῦν Οὐαὶ τῇ ψυχῇ αὐτῶν λέγει κύριος, διότι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν, εἰπόντες· Ἄρωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.
この者たちこそ、〔主が〕種を蒔き、生み出すと言った者たちである。なぜなら諸君は、〔主が〕呼びかけても耐え忍ばず、〔主が〕語りかけても聞かず、むしろ主の前で悪を行ったからである。そして諸君の悪の甚だしさは、諸君が殺した正しい方を憎むばかりか、その方から〔何かを〕受けた者たちが、まさにそのとおりの者、すなわち敬虔で正しく人を愛する者であることをも憎んでいる、という点にある。それゆえ、『主は言われる。彼らの魂に禍あれ。なぜなら彼らは自分自身に対して悪しき計らいを謀り、こう言ったからである——「正しい者を取り除こう、彼は我々にとって扱いにくいから。」』
Dialogus cum Tryphone Iudaeo 136.3
Οὐ γὰρ καὶ ὑμεῖς τῇ Βάαλ ἐθύετε, ὡς οἱ πατέρες ὑμῶν, οὐδὲ ἐν συσκίοις ἢ μετεώροις τόποις πέμματα ἐποιεῖτε τῇ στρατιᾷ τοῦ οὐρανοῦ, ἀλλ᾿ ὅτι οὐκ ἐδέξασθε τὸν Χριστὸν αὐτοῦ. Ὁ γὰρ τοῦτον ἀγνοῶν ἀγνοεῖ καὶ τὴν βουλὴν τοῦ θεοῦ, καὶ ὁ τοῦτον ὑβρίζων καὶ μισῶν καὶ τὸν πέμψαντα· δηλονότι καὶ μισεῖ καὶ ὑβρίζει· καὶ εἰ οὐ πιστεύει τις εἰς αὐτόν, οὐ πιστεύει τοῖς τῶν προφητῶν κηρύγμασι τοῖς αὐτὸν εὐαγγελισαμένοις καὶ κηρύξασιν εἰς πάντας.
というのも、これはもはや、諸君の父祖たちがそうしたようにバアルに供犠を捧げたから、あるいは陰った所や高い所で天の軍勢に供え物の菓子を作ったから、というのではなく、そのキリストを受け入れなかったからなのである。なぜなら、この方を知らない者は神の計らいをも知らないのであり、この方を辱め憎む者は、この方を遣わした方をも辱め憎むのであって、明らかにそうだからである。そして誰であれこの方を信じない者は、この方を福音として告げ知らせ、すべての人々に宣べ伝えた預言者たちの宣教をも信じていないのである。