ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXVII 第XXVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 5 sectiones

Dialogus cum Tryphone Iudaeo 27.1

1

Καὶ ὁ Τρύφων· Διὰ τί ἅπερ βούλει ἐκλεγόμενος ἀπὸ τῶν προφητικῶν λόγων λέγεις, ἃ δὲ διαρρήδην κελεύει σαββατίζειν οὐ μέμνησαι; διὰ γὰρ Ἡσαΐου οὕτως εἴρηται· Ἐὰν ἀποστρέψῃς τὸν πόδα σου ἀπὸ τῶν σαββάτων τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ, καὶ καλέσῃς τὰ σάββατα τρυφερὰ ἅγια τοῦ θεοῦ σου, οὐκ ἄρῃς τὸν πόδα σου ἐπ᾿ ἔργον οὐδὲ μὴ λαλήσῃς λόγον ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον, καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τῆς γῆς καὶ ψωμιεῖ σε τὴν κληρονομίαν Ἰακώβ, τοῦ πατρός σου· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα.

そしてトリュフォンは言った。「なぜお前は、預言者たちの言葉の中から自分の望むものだけを選んで語り、安息日を守るようはっきりと命じている箇所については思い起こさないのか。イザヤを通してこう言われているからだ。『もし汝が、聖なる日に自分の意志を行わぬために、汝の足を安息日から遠ざけ、安息日を汝の神の楽しみ、聖なるものと呼ぶなら、汝は足を上げて仕事をすることも、口から言葉を語ることもしない。そして汝は主に信頼を置く者となり、主は汝を地の良きものの上に登らせ、汝の父ヤコブの嗣業を汝に食べさせるだろう。主の口がこれらのことを語られたからである。』」

Dialogus cum Tryphone Iudaeo 27.2

2

Κἀγώ· Οὐκ ὡς ἐναντιουμένων μοι τῶν τοιούτων προφητειῶν, ὦ φίλοι, παρέλιπον αὐτάς, ἀλλὰ ὡς ὑμῶν νενοηκότων καὶ νοούντων ὅτι, κἂν διὰ πάντων τῶν προφητῶν κελεύῃ ὑμῖν τὰ αὐτὰ ποιεῖν ἃ καὶ διὰ Μωσέως ἐκέλευσε, διὰ τὸ σκληροκάρδιον ὑμῶν καὶ ἀχάριστον εἰς αὐτὸν ἀεὶ τὰ αὐτὰ βοᾷ, ἵνα κἂν οὕτως ποτὲ μετανοήσαντες εὐαρεστῆτε αὐτῷ, καὶ μήτε τὰ τέκνα ὑμῶν τοῖς δαιμονίοις θύητε, μήτε ἦτε κοινωνοὶ κλεπτῶν καὶ φιλοῦντες δῶρα καὶ διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὐ κρίνοντες καὶ κρίσει χήρας οὐ προσέχοντες, ἀλλ᾿ οὐδὲ πλήρεις τὰς χεῖρας αἵματος.

そして私は言った。「友よ、私がそのような預言をわきに置いたのは、それが私に反対するからではなく、諸君がすでに悟っており、また悟っているからである。すなわち、たとえ神がすべての預言者を通して、モーセを通して命じたのと同じことを行うよう諸君に命じるとしても、諸君の心の頑なさと恩知らずのゆえに、神は常に同じことを呼ばわり続けるのだということを。それは、たとえそのようにしてでも、いつか諸君が悔い改めて神に喜ばれる者となり、自分たちの子らを悪霊どもに供犠として献げず、盗人たちの仲間にならず、贈り物を愛さず、報いを追い求めず、孤児のために裁かず、寡婦の訴えに心を留めない者とならず、また手を血で満たすこともない者となるためである。」

Dialogus cum Tryphone Iudaeo 27.3

3

Καὶ γὰρ αἰ θυγατέρες Σιὼν ἐπορεύθησαν ἐν ὑψηλῷ τραχήλῳ, καὶ ἐν νεύμασιν ὀφθαλμῶν ἄμα παίζουσαι καὶ σύρουσαι τοὺς χιτῶνας. Καὶ πάντες γὰρ ἐξέκλιναν, βοᾷ, πάντες ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ὁ συνίων, οὐκ ἔστιν ἕως ἑνός. Ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.

「『シオンの娘たちは首を高くして歩み、目配せをしながら戯れ、衣の裾を引きずって歩いたからである。』そして『皆それてしまい、皆ともに無用の者となった。悟る者はいない、ひとりもいない』と神は呼ばわる。『彼らはその舌で欺き、その喉は開いた墓であり、その唇の下には蝮の毒がある。彼らの道には破滅と悲惨があり、彼らは平和の道を知らなかった。』」

Dialogus cum Tryphone Iudaeo 27.4

4

Ὥστε ὃν τρόπον τὴν ἀρχὴν διὰ τάς κακίας ὑμῶν ταῦτα ἐντέταλτο, ὁμοίως διὰ τὴν ἐν τούτοις ὑπομονήν, μᾶλλον δὲ ἐπίτασιν, διὰ τῶν αὐτῶν εἰς ἀνάμνησιν αὐτοῦ καὶ γνῶσιν ὑμᾶς καλεῖ. Ὑμεῖς δὲ λαὸς σκληροκάρδιος καὶ ἀσύνετος καὶ τυφλὸς καὶ χωλὸς καὶ υἱοὶ οἷς οὐκ ἔστι πίστις ἐν αὐτοῖς, ὡς αὐτὸς λέγει, ἐστέ, τοῖς χείλεσιν αὐτὸν μόνον τιμῶντες, τῇ δὲ καρδίᾳ πόρρω αὐτοῦ ὄντες, ἰδίας διδασκαλίας καὶ μὴ τὰ ἐκείνου διδάσκοντες.

「かくして、初めに諸君の悪しきことのゆえにこれらのことが命じられたのと同じように、それらのうちに諸君がとどまり続け、むしろそれを強めていることのゆえに、同じことを通して、神を思い起こし知るようにと諸君を招いているのである。しかるに諸君は、神ご自身が言われるとおり、心の頑なな民、分別なき民、盲いた民、足萎えた民、そのうちに信のない子らであり、唇でばかり神を敬いながら、心は神から遠く離れ、自分自身の教えを教えて、神の教えを教えない者たちなのである。」

Dialogus cum Tryphone Iudaeo 27.5

5

Ἐπεὶ, εἴπατέ μοι, τοὺς ἀρχιερεῖς ἁμαρτάνειν τοῖς σάββασι προσφέροντας τὰς προσφορὰς ἐβούλετο ὁ θεὸς, ἢ τοὺς περιτεμνομένους καὶ περιτέμνοντας τῇ ἡμέρᾳ τῶν σαββάτων, κελεύων τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἐκ παντὸς περιτέμνεσθαι τοὺς γεννηθέντας ὁμοίως, κἄν ᾖ ἡμέρα τῶν σαββάτων; Ἣ οὐκ ἠδύνατο πρὸ μιᾶς ἡμέρας ἢ μετὰ μίαν ἡμέραν το σαββάτου ἐνεργεῖν περιτέμνεσθαι τοὺς γεννωμένους, εἰ ἠπίστατο κακὸν εἶναι ἐν τοῖς σάββασιν; ἢ καὶ τοὺς πρὸ Μωσέως καὶ Ἀβραὰμ ὠνομασμένους δικαίους καὶ εὐαρέστους αὐτῷ γενομένους, μήτε τὴν ἀκροβυστίαν περιτετμημένους μήτε τὰ σάββατα φυλάξαντας, διὰ τί οὐκ ἐδίδασκε ταῦτα ποιεῖν;

「では言ってほしい。神は、安息日に供え物を献げる大祭司たちが罪を犯すことを望んだのか。あるいは、安息日の日に割礼を受ける者たちと割礼を施す者たちが罪を犯すことを望んだのか――生まれた者は誰であれ、たとえその日が安息日の日であっても、必ず八日目に割礼を受けるようにと命じておきながら。もし神が安息日のうちに悪があると知っておられたのなら、生まれた者たちに割礼を施すことを、安息日より一日前か、あるいは一日後に行うことがおできにならなかったのだろうか。あるいは、モーセとアブラハムより前に名を挙げられ、正しい者、神に喜ばれる者となった者たち――無割礼の肉に割礼を施されることもなく、安息日も守らなかった者たち――に対して、なぜ神はこれらのことを行うよう教えなかったのだろうか。」