Dialogus cum Tryphone Iudaeo 8.1
Ταῦτα καὶ ἔτι ἄλλα πολλὰ εἰπὼν ἐκεῖνος, ἃ νυν καιρὸς οὐκ ἔστι λέγειν, ᾤχετο, κελεύσας διώκειν αὐτά· καὶ οὐκέτι αὐτὸν εἶδον. Ἐμοὶ δὲ παραχρῆμα πῦρ ἐν τῇ ψυχῇ ἀνήφθη, καὶ ἔρως εἶχέ με τῶν προφητῶν καὶ τῶν ἀνδρῶν ἐκείνων, οἵ εἰσι Χριστοῦ φίλοι· διαλογιζόμενός τε πρὸς ἐμαυτὸν τοὺς λόγους αὐτοῦ ταύτην μόνην εὕρισκον φιλοσοφίαν ἀσφαλῆ τε καὶ σύμφορον.
これらのことと、なお他にも多くのことを、それは今語る時ではないが、あの人は語り、それらを追い求めるようにと命じて立ち去った。そして私は二度と彼を見なかった。だが私の魂には、たちまち火が灯され、預言者たちとキリストの友であるあの人々に対する恋慕が私をとらえた。彼の言葉を自分自身のうちで思い巡らしながら、私はこれこそが唯一の、確実で有益な哲学であると見出した。
Dialogus cum Tryphone Iudaeo 8.2
Οὕτως δὴ καὶ διὰ ταῦτα φιλόσοφος ἐγώ. Βουλοίμην δ᾿ ἂν καὶ πάντας ἴσον ἐμοὶ θυμὸν ποιησαμένους μὴ ἀφίστασθαι τῶν τοῦ σωτῆρος λόγων· δέος γάρ τι ἔχουσιν ἐν ἑαυτοῖς, καὶ ἱκανοὶ δυσωπῆσαι τοὺς ἐκτρεπομένους τῆς ὀρθῆς ὁδοῦ, ἀνάπαυσίς τε ἡδίστη γίνεται τοῖς ἐκμελετῶσιν αὐτούς. Εὗ οἰν τι καὶ σοὶ περὶ σεαυτοῦ μέλει καὶ ἀντιποιῇ σωτηρίας καὶ ἐπὶ τῷ θεῷ πέποιθας, ἅπερ οὐκ ἀλλοτρίῳ τοῦ πράγματος, πάρεστιν ἐπιγνόντι σοὶ τὸν Χριστὸν τοῦ θεοῦ καὶ τελείῳ γενομένῳ εὐδαιμονεῖν.
このように、これらのゆえに私は哲学者なのである。私が望むのは、すべての人が私と同じ情熱を抱いて、救い主の言葉から離れ去らないことである。というのも、それらの言葉はそれ自体のうちに一種の畏怖を持ち、正しい道から逸れる者たちを恥じ入らせるに十分な力があり、それらを実践し究める者たちには、この上なく甘美な安らぎとなるからだ。それゆえ、もしお前も自分自身について何か気にかけるところがあり、救いを求め、神に信頼を置いているならば——それはこの事柄に無縁なことではない——お前が神のキリストを認識し、完全な者となったならば、幸福になることができるのだ。
Dialogus cum Tryphone Iudaeo 8.3
Ταῦτά μου, φίλτατε, εἰπόντος οἱ μετὰ τοῦ Τρύφωνος ἀνεγέλασαν, αὐτὸς δὲ ὑπομειδιάσας· Τὰ μὲν ἄλλα σου, φησίν, ἀποδέχομαι καὶ ἄγαμαι τῆς περὶ τὸ θεῖον ὁρμῆς, ἄμεινον δὲ ἦν φιλοσοφεῖν ἔτι σε τὴν Πλάτωνος ἢ ἄλλου του φιλοσοφίαν, ἀσκοῦντα καρτερίαν καὶ ἐγκράτειαν καὶ σωφροσύνην, ἢ λόγοις ἐξαπατηθῆναι ψευδέσι καὶ ἀνθρώποις ἀκολουθῆσαι οὐδενὸς ἀξίοις. Μένοντι γάρ σοι ἐν ἐκείνῳ τῷ τῆς φιλοσοφίας τρόπῳ καὶ ζῶντι ἀμέμπτως ἐλπὶς ὑπελείπετο ἀμείνονος μοίρας· καταλιπόντι δὲ τὸν θεὸν καὶ εἰς ἄνθρωπον ἐλπίσαντι ποία ἔτι περιλείπεται σωτηρία;
これらのことを私が語ったとき、最愛の者よ、トリュフォンとともにいた者たちは笑い出した。しかし彼自身はかすかに微笑んで言った、「お前の他のことについては私も受け入れ、神的なものへのお前の熱意には感嘆する。だが、お前はなお、プラトンなり他の誰かなりの哲学を修め、忍耐と自制と節制とを実践しているほうがよかったのではないか。偽りの言葉に欺かれ、何の価値もない人間たちに従うよりも。もしお前があの哲学の流儀にとどまり、非の打ちどころなく生きていたなら、より良い運命への望みが残されていただろう。だが神を見捨てて、一人の人間に望みを置いた今、いったいどのような救いが残されているというのか」。
Dialogus cum Tryphone Iudaeo 8.4
Εἰ οὖν καὶ ἐμοῦ θέλεις ἀκοῦσαι, φίλον γάρ σε ἤδη νενόμικα, πρῶτον μὲν περιτεμοῦ. εἶτα φύλαξον, ὡς νενόμισται, τὸ σάββατον καὶ τὰς ἑορτὰς καὶ τὰς νουμηνίας τοῦ θεοῦ, καὶ ἁπλῶς τὰ ἐν τῷ νόμῳ γεγραμμένα πάντα ποίει, καὶ τότε σοι ἴσως ἔλεος ἔσται παρὰ θεοῦ. Χριστὸς δέ, εἰ καὶ γεγένηται καὶ ἔστι που, ἄγνωστός ἐστι καἰ οὐδὲ αὐτός πω ἑαυτὸν ἐπίσταται οὐδὲ ἔχει δύναμίν τινα. μέχρις ἂν ἐλθὼν Ἡλίας χρίσῃ αὐτὸν καὶ φανερὸν πᾶσι ποιήσῃ· ὑμεῖς δέ, ματαίαν ἀκοὴν παραδεξάμενοι, Χριστὸν ἑαυτοῖς τινα ἀναπλάσσετε καὶ αὐτοῦ χάριν τανῦν ἀσκόπως ἀπόλλυσθε.
「それゆえ、もしお前が私の言うことも聞きたいのなら——というのも、私はすでにお前を友と見なしているのだから——まず割礼を受けよ。次に、慣習どおりに安息日と祭りと神の新月祭とを守り、端的に律法に書かれていることをすべて行え。そうすればおそらく、神からの憐れみがお前に与えられるだろう。だがキリストについては、たとえ生まれ、どこかに存在しているとしても、誰にも知られておらず、彼自身もまだ自分が何者であるかを知らず、何の力も持っていない。エリヤが来て彼に油を注ぎ、すべての人に彼を明らかにするまでは。だが諸君は、空しい噂を受け入れて、自分たちのために勝手にキリストなるものを作り上げ、そのために今、無分別に滅びようとしているのだ」。