ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXIV 第LXIV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 8 sectiones

Dialogus cum Tryphone Iudaeo 64.1

1

Καὶ ὁ Τρύφων· Ἔστω ὑμῶν, τῶν ἐξ ἐθνῶν, κύριος καὶ Χριστὸς καὶ θεὸς γνωριζόμενος, ὡς αἱ γραφαὶ σημαίνουσιν, οἵτινες καὶ ἀπὸ τοῦ ὀνόματος αὐτοῦ Χριστιανοὶ καλεῖσθαι πάντες ἐσχήκατε· ἡμεῖς δέ, τοῦ θεοῦ τοῦ καὶ αὐτὸν τοῦτον πονήσαντος λατρευταὶ ὄντες, οὐ δεόμεθα τῆς ὁμολογίας αὐτοῦ οὐδὲ τῆς προσκυνήσεως.

すると、トリュフォンが言った。「諸君、すなわち諸国民から出た者たちにおいては、聖書が示すとおり、主・キリスト・神として知られる方があってもよかろう。諸君はその名によってことごとくキリスト教徒と呼ばれるに至ったのだから。しかし我々は、この方をも造られた神に仕える者であるから、この方の告白も礼拝も必要としない。」

Dialogus cum Tryphone Iudaeo 64.2

2

Κἀγὼ πρὸς ταῦτα εἶπον· Ὦ Τρύφων, εἰ ὁμοίως ὑμῖν φιλέριστος καὶ κενὸς ὑπῆρχον, οὐκ ἂν ἔτι προσέμενον κοινωνῶν ὑμῖν τῶν λόγων, οὐ συνιέναι τὰ λεγόμενα παρασκευαζομένοις, ἀλλά τι λέγειν μόνον θήγουσιν ἑαυτούς· νῦν δέ, ἐπεὶ κρίσιν θεοῦ δέδοικα, οὐ φθάνω ἀποφαίνεσθαι περὶ οὐδενὸς τῶν ἀπὸ τοῦ γένους ὑμῶν, εἰ μήτι ἐστὶν ἀπὸ τῶν κατὰ χάριν τὴν ἀπὸ κυρίου σαβαὼθ σωθῆναι δυναμένων. Διὸ κἂν ὑμεῖς πονηρεύησθε, προσμενῶ πρὸς ὁτιοῦν προβαλεῖσθε καὶ ἀντιλέγετε ἀποκρινόμενος· καὶ τὸ αὐτὸ καὶ πρὸς πάντας ἁπλῶς τοὺς ἐκ παντὸς γένους ἀνθρώπων, συζητεῖν ἢ πυνθάνεσθαί μου περὶ τούτων βουλομένους πράττω.

そこで私はこれに答えて言った。「トリュフォンよ、もし私が諸君と同じように議論好きで空しい者であったなら、これ以上諸君と語り合うことに留まらなかったであろう——語られたことを理解しようとする備えをせず、ただ何かを言おうとして自分を研ぎ澄ますばかりの者たちと。しかし今は、神の裁きを恐れるがゆえに、諸君の族に属する者について、誰であれ軽々しく断を下すことはしない。ただ、万軍の主からの恵みによって救われうる者たちのうちにあるとは言えようが。それゆえ、たとえ諸君が悪意をもってふるまおうとも、私は留まって、諸君が何を差し出そうと、また反論しようと、答えよう。そして私はまた、あらゆる族から出たすべての人々に対しても、彼らが私とこれらのことについて共に探求し、あるいは尋ねようと望むなら、同じことを行う。」

Dialogus cum Tryphone Iudaeo 64.3

3

Ὅτι οὖν καὶ οἱ σωζόμενοι ἀπὸ τοῦ γένους τοῦ ὑμετέρου διὰ τούτου σώζονται καὶ ἐν τῇ τούτου μερίδι εἰσί, τοῖς προλελεγμένοις ὑπ᾿ ἐμοῦ ἀπὸ τῶν γραφῶν εἰ προσεσχήκειτε, ἐνενοήκειτε ἄν ἤδη, κἀμὲ δηλονότι περὶ τούτου οὐκ ἂν ἠρωτήσατε. Πάλιν δὲ ἐρῶ τὰ προλελεγμένα μοι ἀπὸ τοῦ Δαυΐδ, καὶ ἀξιῶ ὑμᾶς πρὸς τὸ συνιέναι, μὴ πρὸς τὸ πονηρεύεσθαι καὶ ἀντιλέγειν μόνον ἑαυτοὺς ὀτρῦναι.

それゆえ、諸君の族から救われる者たちもこの方によって救われ、この方の分け前のうちにあるということを、もし諸君が私が聖書からすでに述べたことに注意を払っていたなら、今すでに理解していたであろうし、このことについて私に問うこともなかったであろう。私はふたたび、ダビデから先に述べたことを語ろう。そして諸君に求めるのは理解に向かうことであって、ただ悪意をもってふるまい反論することにのみ自らを駆り立てることではない。

Dialogus cum Tryphone Iudaeo 64.4

4

Εἰσὶν οὖν οἱ λόγοι, οὕς φησιν ὁ Δαυίδ, οὗτοι· Ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, σαλευθήτω ἡ γῆ. Κύριος ἐν Σιὼν μέγας καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς. Ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ, ὅτι φοβερὸν καὶ ἅγιον ἐστι, καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ. Σὺ ἡτοίμασας εὐθύτητας, κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας. Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι. Μωσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ· ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς εἰσήκουεν αὐτῶν. Ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς, ὅτι ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ, καὶ τὰ προστάγματα αὐτοῦ ἃ ἔδωκεν αὐτοῖς.

では、ダビデが語る言葉とはこうである。「主は王となられた。もろもろの民よ、怒れ。ケルビムの上に座す方——地は揺れ動け。主はシオンにあって大いなる方、すべての民の上に高くいます。彼らはあなたの大いなる名を告白せよ、それは畏るべく聖なるものだからである。王の誉れは公正を愛する。あなたは公平を備え、裁きと正義とをヤコブのうちに行われた。我々の神、主を崇めよ、その足台を拝め、それは聖なる方だからである。モーセとアロンはその祭司たちのうちにあり、サムエルはその名を呼び求める者たちのうちにあった。彼らは主を呼び求め、主は彼らに聞き入れられた。主は雲の柱のうちにあって彼らに語られた、彼らが主の証しと、主が彼らに与えられた命令とを守っていたからである。」

Dialogus cum Tryphone Iudaeo 64.5

5

Καὶ ἐν ἄλλοις, τοῖς καὶ αὐτοῖς προανιστορημένοις, διὰ τοῦ Δαυῒδ λεχθεῖσι λόγοις, οὓς εἰς Σολομῶνα ἀνοήτως φάσκετε εἰρῆσθαι, ἐπιγεγραμένους εἰς Σολομῶνα, ἐξ ὧν καὶ τὸ ὅτι εἰς Σολομῶνα οὐκ εἴρηνται ἀποδείκνυται, καὶ ὅτι οὗτος καὶ πρὸ τοῦ ἡλίου ἦν, καὶ οἱ ἀπὸ τοῦ λαοῦ ὑμῶν σωζόμενοι δι᾿ αὐτοῦ σωθήσονται.

そして、これも先に語られたのと同様に、ダビデによって語られた別の言葉においても——諸君はこれをソロモンについて語られたものだと愚かにも言い、ソロモンに宛てて表題が付けられているというが——それらの言葉からして、ソロモンについて語られたのではないことが明らかにされ、また、この方が太陽よりも前から存在したこと、そして諸君の民のうちから救われる者たちがこの方によって救われるであろうことが示される。

Dialogus cum Tryphone Iudaeo 64.6

6

Εἰσὶ δὲ οὗτοι· Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασίλεως· κρινεῖ τὸν λαὸν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ἐν κρίσει. Ἀναλαβέτωσαν τὰ ὄρη τῷ λαῷ εἰρήνην καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ, καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· καὶ τὰ λοιπὰ ἄχρι τοῦ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς κύριος, ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος, καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο.

それらとはこうである。「神よ、あなたの裁きを王に与え、あなたの正義を王の子に与えたまえ。彼はあなたの民を正義をもって裁き、あなたの貧しい者たちを公正をもって裁くであろう。山々は民に平和をもたらし、丘は正義をもたらすであろう。彼は民の貧しい者たちを裁き、乏しい者たちの子らを救い、詐取する者を低くするであろう。そして彼は日と共にとどまり、月の前より代々にわたって続くであろう」——こう続いて、「その名は日の前より永く続く」というところまで及ぶ。「そして地のすべての部族は彼によって祝福され、諸国民はことごとく彼を幸いなる者と呼ぶであろう。イスラエルの神、主はほむべきかな、ひとり驚くべきことを行われる方。その栄光の御名はとこしえまでほむべきかな。地はことごとくその栄光で満たされるであろう。まことに、まことに。」

Dialogus cum Tryphone Iudaeo 64.7

7

Καὶ ἐκ τῶν ἄλλων ὧν προεῖπον ὁμοίως διὰ Δαυΐδ λελέχθαι λόγων, ὅτι ἀπ᾿ ἄκρων τῶν οὐρανῶν προέρχεσθαι ἔμελλεν καὶ πάλιν εἰς τοὺς αὐτοὺς τόπους ἀνιέναι ἐμηνύετο, ἀναμνήσθητε, ἵνα καὶ θεὸν ἄνωθεν προελθόντα καὶ ἄνθρωπον ἐν ἀνθρώποις γενόμενον γνωρίσητε, καὶ πάλιν ἐκεῖνον παραγενησόμενον, ὃν ὁρᾶν μέλλουσι καὶ κόπτεσθαι οἱ ἐκκεντήσαντες αὐτόν.

また、私が先に述べた、同じくダビデによって語られた別の言葉から、彼が天の果てから出て行き、再び同じ場所へと昇って行くことが示されていたのを思い起こすがよい。それは、諸君が、天から出て行かれた神であり、また人々のうちに人として生まれた方を知り、さらに、彼を突き刺した者たちが見て嘆くことになる、あの再び来られる方を知るためである。

Dialogus cum Tryphone Iudaeo 64.8

8

Εἰσὶ δὲ οὗτοι· Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ τῇ νυκτὶ ἀναγγέλλει γνῶσιν. Οὐκ εἰσὶ λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ, καὶ αὐτός, ὡς νυμφίος ἐκπο ρευόμενος ἐκ παστοῦ αὐτοῦ, ἀγαλλιάσεται ἰσχυρὸς ὡς γίγας δραμεῖν ὁδόν. Ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ, καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τῆς θέρμης αὐτοῦ.

それらとはこうである。「もろもろの天は神の栄光を語り、大空はその御手の業を告げる。日は日にことばを吐き出し、夜は夜に知識を告げる。語ることも言葉もなく、その声の聞かれないことはない。その響きは全地に出て行き、その言葉は世界の果てにまで及ぶ。神は太陽のうちにその幕屋を置かれた。そして彼は、その閨から出て来る花婿のように、勇士のように道を走る力強き者として、喜び躍る。その出で立ちは天の果てから、その行き着くところは天の果てにまで至り、その熱を逃れうる者はない。」