Dialogus cum Tryphone Iudaeo 70.1
Ὅταν δὲ οἱ τὰ τοῦ Μίθρου μυστήρια παραδιδόντες λέγωσιν ἐκ πέτρας γεγεννῆσθαι αὐτόν, καὶ σπήλαιον καλῶσι τὸν τόπον ἔνθα μυεῖν τοὺς πειθομένους αὐτῷ παραδιδοῦσιν, ἐνταῦθα οὐχὶ τὸ εἰρημένον ὑπο Δανιήλ. ὅτι Λίθος ἄνευ χειρῶν ἐτμήθη ἐξ ὄρους μεγάλου, μεμιμῆσθαι αὐτοὺς ἐπίσταμαι, καὶ τὰ ὑπὸ Ἡσαίου ὁμοίως, οὗ καὶ τοὺς λόγους πάντας μιμήσασθαι ἐπεχείρησαν; Δικαιοπραξίας γὰρ λόγους καὶ παρ᾿ ἐκείνοις λέγεσθαι ἐτεχνάσαντο.
また、ミトラの秘儀を伝える者たちが、彼が岩から生まれたと言い、彼を信じる者たちに秘儀を授ける場所を洞窟と呼ぶとき、ここにおいても私は、彼らがダニエルによって語られたこと——すなわち「石が、手によらずに大きな山から切り出された」ということ——を模倣したのだと理解している。同じくイザヤによって語られたことも模倣しており、その言葉のことごとくを模倣しようと試みた。というのも、彼らのもとでも正しい行いについての言葉が語られるように、彼らは工夫をこらしたからである。
Dialogus cum Tryphone Iudaeo 70.2
Τοὺς δὲ εἰρημένους λόγους τοῦ Ἡσαΐου ἀναγκαίως ἀνιστορήσω ὑμῖν, ὅπως ἐξ αὐτῶν γνῶτε ταῦθ᾿ οὕτως ἔχειν. Εἰσὶ δὲ οὗτοι· Ἀκούσατε, οἱ πόρρωθεν, ἃ ἐποίησα· γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου. Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι· λήψεται τρόμος τοὺς ἀσεβεῖς. Τίς ἀναγγελεῖ ὑμῖν τὸν τόπον τὸν αἰώνιον; Πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀφωσιωμένος ἀπὸ δώρων, βαρύνων ὦτα ἵνα μὴ ἀκούσῃ κρίσιν ἄδικον αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν· οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς.
そこで私は、イザヤの語ったこれらの言葉を、諸君に必ず示そう。それらの言葉から、諸君がこのことがそのとおりであると知るためである。それらとはこうである。「遠くにいる者たちよ、私が行ったことを聞け。近くにいる者たちは私の力を知るであろう。シオンにいる不法な者たちは離れ去った。不敬虔な者たちは戦きを覚えるであろう。永遠の場所を誰が汝らに告げようか。正義のうちに歩み、まっすぐな道を語り、不法と不正とを憎み、その手を賄賂から遠ざけ、不義なる血の裁きを聞かないように耳を重くし、不正を見ないように目を閉じる者——この者は、堅固な岩の高き洞窟に住むであろう。」
Dialogus cum Tryphone Iudaeo 70.3
Ἄρτος δοθήσεται αὐτῷ, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν. Βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται πόρρωθεν. Ἡ ψυχὴ ὑμῶν μελετήσει φόβον κυρίου. Ποῦ ἔστιν ὁ γραμματικός; Ποῦ εἰσιν οἱ βουλεύοντες; Ποῦ ἔστιν ὁ ἀριθμῶν τοὺς τρεφομένους, μικρὸν καὶ μέγαν λαόν; Ὧι οὐ συνεβουλεύσαντο, οὐδὲ ᾔδεισαν βάθη φωνῶν, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις.
「パンは彼に与えられ、その水は確かなものとなろう。汝らは栄光と共なる王を見るであろう。汝らの目は遠くから見るであろう。汝らの魂は主への畏れを思いめぐらすであろう。学者はどこにいるのか。相談する者たちはどこにいるのか。養われる者たちを数える者、小さきも大いなる民も、どこにいるのか。彼らはこれに相談することなく、声の深みを知らず、聞くことができなかった。卑しめられた民よ、聞く者に理解はない。」
Dialogus cum Tryphone Iudaeo 70.4
Ὅτι μὲν οὖν καὶ λέγει ἐν ταύτῃ τῇ προφητείᾳ περὶ τοῦ ἄρτου, ὅν παρέδωκεν ἡμῖν ὁ ἡμέτερος Χριστὸς ποιεῖν εἰς ἀνάμνησιν τοῦ σεσωματοποιῆσθαι αὐτὸν διὰ τοὺς πιστεύοντας εἰς αὐτόν, δι᾿ οὓς καὶ παθητὸς γέγονε, καὶ περὶ τοῦ ποτηρίου, ὃ εἰς ἀνάμνησιν τοῦ αἵματος αὐτοῦ παρέδωκεν εὐχαριστοῦντας ποιεῖν, φαίνεται. Καὶ ὅτι βασιλέα τοῦτον αὐτὸν μετὰ δόξης ὀψόμεθα. αὕτη ἡ προφητεία δηλοῖ.
それゆえ、この預言のうちで、我々のキリストが我々に授けられたパンについて——彼が、御自身を信じる者たちのために肉体を取られたことの記念として行うようにと授けられたパンについて、彼らのために受苦する方ともなられたのだが——また、彼が御自身の血の記念として感謝を捧げつつ行うようにと授けられた杯についても、語られていることは明らかである。そして、我々がこの方を栄光と共なる王として見るであろうということも、この預言は示している。
Dialogus cum Tryphone Iudaeo 70.5
Καὶ ὅτι λαός, ὁ εἰς αὐτὸν πιστεύειν προεγνωσμένος, μελετήσειν φόβον κυρίου προέγνωστο, αὗται αἱ λέξεις τῆς προφητείας βοῶσι. Καὶ ὅτι οἱ τὰ γράμματα τῶν γραφῶν ἐπίστασθαι λογιζόμενοι, καὶ ἀκούοντες τῶν προφητειῶν, οὐκ ἔχουσι σύνεσιν, ὁμοίως αὗται αἱ γραφαὶ κεκράγασιν. Ὅταν δέ, ὦ Τρύφων, ἔφην, ἐκ παρθένου γεγεννῆσθαι τὸν Περσέα ἀκούσω, καὶ τοῦτο μιμήσασθαι τὸν πλάνον ὄφιν συνίημι.
そして、この方を信じることをあらかじめ知られていた民が、主への畏れを思いめぐらすであろうことも、あらかじめ知られていたことを、これらの預言の言葉は叫んでいる。また、聖書の文字を知っていると自負しながら、預言を聞いても理解を持たない者たちがいることも、同じくこれらの聖句は叫んでいる。トリュフォンよ、私は言った。ペルセウスが処女から生まれたと聞くとき、これもまた、あの惑わす蛇が模倣したものであると、私は理解する。