ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XCVII 第XCVII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 97.1

1

Καὶ γὰρ οὐδὲ τὸ μέχρις ἑσπέρας μεῖναι τὸν προφήτην Μωσῆν, ὅτε τὰς χεῖρας αὐτοῦ ὑπεβάσταζον Ὢρ καὶ Ἀαρών, ἐπὶ τοῦ σχήματος τούτου εἰκῆ γέγονε. Καὶ γὰρ ὁ κύριος σχεδὸν μέχρις ἑσπέρας ἔμεινεν ἐπὶ τοῦ ξύλου, καὶ πρὸς ἑσπέραν ἔθαψαν αὐτόν· εἶτα ἀνέστη τῇ τρίτῃ ἡμέρᾳ. Τοῦτο διὰ Δαυῒδ οὕτως ἐκπεφώνητο· Φωνῇ μου πρὸς κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ. Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντελάβετό μου.

実に、預言者モーセが、ホルとアアロンが彼の両手を支えていたとき、夕方までその姿勢にとどまっていたことも、この形において無意味に起こったのではない。実に、主もまた木の上にほぼ夕方までとどまり、夕方に向けて人々は彼を葬った。そして三日目に甦った。このことはダビデによってこう声高らかに言われていた。「私は声をあげて主に叫び、主はその聖なる山から私に耳を傾けられた。私は身を横たえて眠った。私は目覚めた。主が私を支えてくださったからである。」

Dialogus cum Tryphone Iudaeo 97.2

2

Καὶ διὰ Ἡσαΐου ὁμοίως εἴρητο περὶ τούτου, δι᾿ οὗ τρόπου ἀποθνήσκειν ἔμελλεν, οὕτως· Ἐξεπέτασά μου τὰς χεῖρας ἐπὶ λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ἐν ὁδῷ οὐ καλῇ. Καὶ ὅτι ἔμελλεν ἀνίστασθαι, αὐτὸς Ἡσαΐας ἔφη Ἡ ταφὴ αὐτοῦ ᾖρται ἐκ τοῦ μέσου. Καί· Δώσω τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.

また、イザヤを通しても、彼がいかなる仕方で死のうとしていたかについて、同様にこう語られていた。「私は、不従順で反抗する民、良からぬ道を歩む者たちに向かって、わが両手を差し伸べた。」また、彼が甦ろうとしていることについては、イザヤ自身がこう言った。「その葬りは取り去られた。」また、「私は、その死の代わりに富める者たちを与えよう。」

Dialogus cum Tryphone Iudaeo 97.3

3

Καὶ ἐν ἄλλοις πάλιν λόγοις Δαυῒδ εἰς τὸ πάθος καὶ τὸν σταυρὸν ἐν παραβολῇ μυστηριώδει οὕτως εἶπεν ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ ‘ Ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου· αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με. Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Ὅτε γὰρ ἐσταύρωσαν αὐτόν, ἐμπήσσοντες τοὺς ἥλους τὰς χεῖρας καὶ τοὺς πόδας αὐτοῦ ὤρυξαν, καὶ οἱ σταυρῶσαντες αὐτὸν ἐμέρισαν τὰ ἱμάτια αὐτοῦ ἑαυτοῖς, λαχμὸν βάλλοντες ἕκαστος κατὰ τὴν τοῦ κλήρου ἐπιβολὴν ὃ ἐκλέξασθαι ἐβεβούλητο.

そしてまた別の言葉で、ダビデは受難と十字架について、第二十一詩篇において奥義に満ちたたとえをもってこう言った。「彼らはわが手とわが足を穿ち、わが骨をことごとく数えた。彼らはよく見つめ、私を見物した。彼らはわが衣を自分たちの間で分け合い、わが衣服にくじを投げた。」実に、彼らが彼を十字架にかけたとき、釘を打ち込みながら彼の手と足を穿ち、彼を十字架にかけた者たちは彼の衣を自分たちの間で分け、各自がくじの割り当てに従って、選び取ろうと望んだものを得るべく、くじを投げたのである。

Dialogus cum Tryphone Iudaeo 97.4

4

Καὶ τοῦτον αὐτὸν τὸν ψαλμὸν οὐκ εἰς τὸν Χριστὸν εἰρῆσθαι λέγετε, κατὰ πάντα τυφλώττοντες, καὶ μὴ συνιέντες ὅτι οὐδεὶς ἐν τῷ γένει ὑμῶν λεχθείς ποτε βασιλεὺς πόδας καὶ χεῖρας ὠρύγη ζῶν καὶ διὰ τούτου τοῦ μυστηρίου ἀποθανών, τουτέστι τοῦ σταυρωθῆναι, εἰ μὴ μόνος οὗτος ὁ Ἰησοῦς.

しかるに諸君は、まさにこの詩篇がキリストについて語られたのではないと言う。あらゆる点で盲目になっており、諸君の族の中でかつて王と呼ばれた者のうち、この方、すなわちこのイエスだけを除いては、誰ひとり、生きながら手と足を穿たれ、この奥義によって、すなわち十字架にかけられることによって死んだ者はいないことを理解していないのである。