Dialogus cum Tryphone Iudaeo 103.1
Τὰ δὲ ἑξῆς εἰρημένα ἐν τῷ ψαλμῷ· Ὅτι θλῖψις ἐγγύς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν μοι. Περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με· ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου· τῶν ὁμοίως αὐτῷ συμβάντων προαγγελία ἦν. Ἐκείνης γὰρ τῆς νυκτός, ὅτε ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν ἐπῆλθον αὐτῷ οἱ ἀπὸ τοῦ λαοῦ ὑμῶν ὑπὸ τῶν Φαρισαίων καὶ γραμματέων καὶ τῶν διδασκάλων ἐπιπεμφθέντες, ἐκύκλωσαν αὐτὸν οὓς μόσχους κερατιστὰς καὶ προώλεις ὁ λόγος ἔλεγε.
詩篇に続いて言われている言葉、「患難は近く、私を助ける者がいないのだから。多くの子牛が私を取り囲み、肥えた雄牛が私を包囲した。彼らは獲物を襲い吼えたける獅子のように、私に向かって口を開いた。私は水のように注ぎ出され、わが骨はことごとく散らされた」は、彼の身に同様に起こった出来事の予告であった。実に、あの夜、ファリサイ派の人々と律法学者たちと教師たちによって遣わされた諸君の民の者たちがオリーブ山で彼を襲ったとき、この言葉が角で突く子牛、破滅に定められた者と呼んだ者たちが、彼を取り囲んだのである。
Dialogus cum Tryphone Iudaeo 103.2
Καὶ τὸ Ταῦροι πίονες περιέσχον με εἰπεῖν τοὺς καὶ αὐτοὺς μὲν τὰ ὅμοια τοῖς μόσχοις ποιήσαντας, ὅτε ἤχθη πρὸς τοὺς διδασκάλους ὑμῶν, προέλεγεν· οὓς ὡς ταύρους διὰ τοῦτο ὁ λόγος εἶπεν, ἐπειδὴ τοὺς ταύρους τοῦ εἶναι μόσχους αἰτίους οἴδαμεν. Ὡς οὖν πατέρες εἰσὶ τῶν μόσχων οἱ ταῦροι, οὕτως οἱ διδάσκαλοι ὑμῶν τοῖς τέκνοις αὐτῶν αἴτιοι ἦσαν τοῦ ἐξελθόντας εἰς τὸ ὄρος τῶν ἐλαιῶν συλλαβεῖν αὐτὸν καὶ ἄγειν ἐπ᾿ αὐτούς. Καὶ τὸ εἰπεῖν Ὅτι οὐκ ἔστιν ὁ βοηθῶν δηλωτικὸν καὶ αὐτὸ τοῦ γενομένου. Οὐδεὶς γὰρ οὐδὲ μέχρις ἑνὸς ἀνθρώπου βοηθεῖν αὐτῷ ὡς ἀναμαρτήτῳ βοηθὸς ὑπῆρχε.
そして「肥えた雄牛が私を包囲した」という言葉は、彼が諸君の教師たちのもとに引いて行かれたとき、子牛たちと同じことを行った者たちのことを、あらかじめ語っていた。この言葉が彼らを雄牛と呼んだのは、我々が雄牛が子牛を生む原因であることを知っているからである。それゆえ、雄牛が子牛の父祖であるように、諸君の教師たちも、その子らがオリーブ山に出向いて彼を捕らえ、自分たちのもとへ連れて行くことの原因であったのである。また、「私を助ける者がいない」という言葉も、実際に起こったことを示している。実に、罪なき者である彼を助けるために、ただの一人の助け手すら存在しなかったからである。
Dialogus cum Tryphone Iudaeo 103.3
Καὶ τὸ Ἤνοιξαν ἐπ᾿ ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ὠρυόμενος δηλοῖ τὸν βασιλέα τῶν Ἰουδαίων τότε ὄντα, καὶ αὐτὸν Ἡρώδην λεγόμενον, διάδοχον γεγενημένον Ἡρώδου τοῦ, ὅτε ἐγεγέννητο, ἀνελόντος πάντας τοὺς ἐν Βηθλεὲμ ἐκείνου τοῦ καιροῦ γεννηθέντας παῖδας, διὰ τὸ ὑπονοεῖν ἐν αὐτοῖς πάντως εἶναι τὸν περὶ οὗ εἰρήκεισαν αὐτῷ οἱ ἀπὸ Ἀρραβίας ἐλθόντες μάγοι· μὴ ἐπιστάμενος τὴν τοῦ ἰσχυροτέρου πάντων βουλήν, ὡς εἰς Αἴγυπτον τῷ Ἰωσὴφ καὶ τῇ Μαρίᾳ ἐκεκελεύκει ἀπαλλαγῆναι λαβοῦσι τὸ παιδίον, καὶ εἶναι ἐκεῖ ἄχρις ἂν πάλιν αὐτοῖς ἀποκαλυφθῇ ἐπανελθεῖν εἰς τὴν χώραν αὐτῶν· κἀκεῖ ἦσαν ἀπελθόντες ἄχρις ἂν ἀπέθανεν ὁ ἀποκτείνας τὰ ἐν Βηθλεὲμ παιδία Ἡρώδης καὶ Ἀρχέλαος αὐτὸν διεδέξατο· καὶ οὗτος ἐτελεύτα πρὶν τὸν Χριστὸν τὴν οἰκονομίαν τὴν κατὰ τὸ βούλημα τοῦ πατρὸς γεγενημένην ὑπ᾿ αὐτοῦ ἐπὶ τῷ σταυρωθῆναι ἐλθεῖν.
そして「彼らは吼えたける獅子のように、私に向かって口を開いた」という言葉は、当時ユダヤ人の王であった者、すなわちヘロデと呼ばれる者を示している。この者は、彼が生まれたとき、あの当時ベツレヘムで生まれたすべての幼児を、アラビアから来た博士たちが彼に告げた者がその中に必ずいると疑って殺害したヘロデの跡を継いだ者であった。彼は、万物にまさって力強い方のはかりごとを知らなかった。すなわち、神はヨセフとマリアに、幼子を連れてエジプトへ去り、再び彼らの国に戻るようにと啓示されるまでそこにとどまるようにと命じておられたのである。そして彼らはそこへ去っており、ベツレヘムの幼児たちを殺したヘロデが死に、アルケラオスがその跡を継ぐまで、そこにとどまっていた。そしてこのアルケラオスも、キリストが父の意志に従ってご自身によってなされる、十字架にかけられるという務めに至る前に、世を去ったのである。
Dialogus cum Tryphone Iudaeo 103.4
Ἡρώδου δέ, τοῦ Ἀρχέλαον διαδεξαμένου, λαβόντος τὴν ἐξουσίαν τὴν ἀπονεμηθεῖσαν αὐτῷ, ᾧ καὶ Πιλάτος χαριζόμενος δεδεμένον τὸν Ἰησοῦν ἔπεμψε, καὶ τοῦτο γενησόμενον προειδὼς ὁ θεὸς εἰρήκει οὕτως· Καὶ δήσαντες αὐτὸν εἰς Ἀσσυρίου ἀπήνεγκαν ξένια τῷ βασιλεῖ.
そしてアルケラオスの跡を継いだヘロデが、彼に割り当てられた権限を得ると、ピラトはその者に取り入って、縛られたイエスを送った。そして、神はこのことが起こることをあらかじめ知って、こう言っておられた。「そして彼らは彼を縛り、アッシリアへ、王への贈り物として運び去った。」
Dialogus cum Tryphone Iudaeo 103.5
Ἤ λέοντα τὸν ὠρυόμενον ἐπ᾿ αὐτὸν ἔλεγε τὸν διάβολον, ὃν Μωσῆς μὲν ὄφιν καλεῖ, ἐν δὲ τῷ Ἰὼβ καὶ τῷ Ζαχαρίᾳ διάβολος κέκληται, καὶ ὑπὸ τοῦ Ἰησοῦ σατανᾶς προσηγόρευται, ὄνομα ἀπὸ τῆς πράξεως ἧς ἔπραξε σύνθετον κτησάμενον αὐτὸν μηνύων· τὸ γὰρ σατᾶ ἐν τῇ Ἰουδαίων καὶ Σύρων φωνῇ ἀποστάτης ἐστί, τὸ δὲ νᾶς ὄνομα ἐξ οὗ ἡ ἑρμηνεία ὄφις ἐκλήθη· ἐξ ὧν ἀμφοτέρων τῶν εἰρημένων ἓν ὄνομα γίνεται σατανᾶς.
あるいは、彼に向かって吼えたける獅子とは、悪魔を言っていたのかもしれない。モーセはこれを蛇と呼び、ヨブとゼカリヤにおいては悪魔と呼ばれ、イエスによってはサタンと呼ばれている。これは、彼がなした行いから、合成された名を得たことを示すものである。すなわち、「サタ」はユダヤ人とシリア人の言葉で背教者を意味し、「ナス」は、その解釈から蛇と呼ばれるようになった名である。これら両方の言われた語から、サタンという一つの名が成り立っているのである。
Dialogus cum Tryphone Iudaeo 103.6
Καὶ γὰρ οὗτος ὁ διάβολος ἅμα τῷ ἀναβῆναι αὐτὸν ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἰορδάνου, τῆς φωνῆς αὐτῷ λεχθείσης· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· ἐν τοῖς ἀπομνημονεύμασι τῶν ἀποστόλων γέγραπται προσελθὼν αὐτῷ καὶ πειράζων μέχρι τοῦ εἰπεῖν αὐτῷ· Προσκύνησόν μοι· καὶ ἀποκρίνασθαι αὐτῷ τὸν Χριστόν. Ὕπαγε ὀπίσω μου, σατανᾶ· κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις. Ὡς γὰρ τὸν Ἀδὰμ ἐπλάνησεν, ἔλεγε καὶ τοῦτον δυνηθῆναι ἐργάσασθαί τι.
実に、この悪魔は、彼がヨルダン川から上がってすぐに、「お前は私の子である、今日私はお前を生んだ」という声が彼に語られたとき、使徒たちの回想録に書かれているとおり、彼に近づいて誘惑し、ついには彼にこう言うまでに至った。「私を拝め。」そしてキリストは彼にこう答えられた。「サタンよ、私の後ろに退け。お前は主なるお前の神を拝み、ただ主にのみ仕えよ。」実に、悪魔がアダムを惑わせたように、この方に対しても何事かをなしうると考えていたのである。
Dialogus cum Tryphone Iudaeo 103.7
Καὶ τὸ Ὡσεὶ ὕδωρ ἐξεχύθη καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου, ὅπερ γέγονεν αὐτῷ ἐκείνης τῆς νυκτός, ὅτε ἐπ᾿ αὐτὸν ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν συλλαβεῖν αὐτόν, προαγγελία ἦν.
そして「私は水のように注ぎ出され、わが骨はことごとく散らされた。わが心は蝋のようになり、腹の中で溶けた」という言葉は、あの夜、人々が彼を捕らえるためにオリーブ山へ出向いたとき、彼の身に起こったことの予告であった。
Dialogus cum Tryphone Iudaeo 103.8
Ἐν γὰρ τοῖς ἀπομνημονεύμασιν, ἅ φημι ὑπὸ τῶν ἀποστόλων αὐτοῦ καὶ τῶν ἐκείνοις παρακολουθησάντων συντετάχθαι, γέγραπται ὅτι ἱδρὼς ὡσεὶ θρόμβοι κατεχεῖτο, αὐτοῦ εὐχομένου καὶ λέγοντος· Παρελθέτω, εἰ δυνατόν, τὸ ποτήριον τοῦτο· ἐντρόμου τῆς καρδίας δηλονότι οὔσης καὶ τῶν ὀστῶν ὁμοίως καὶ ἐοικυίας τῆς καρδίας κηρῷ τηκομένῳ εἰς τὴν κοιλίαν, ὅπως εἰδῶμεν ὅτι ὁ πατὴρ τὸν ἑαυτοῦ υἱὸν καὶ ἐν τοιούτοις πάθεσιν ἀληθῶς γεγονέναι δι᾿ ἡμᾶς βεβούληται, καὶ μὴ λέγωμεν ὅτι ἐκεῖνος, τοῦ θεοῦ υἱὸς ὤν, οὐκ ἀντελαμβάνετο τῶν γινομένων καὶ συμβαινόντων αὐτῷ.
実に、彼の使徒たちと、彼らに従った者たちによって編まれたと私が言う回想録には、彼が祈って「できることなら、この杯が過ぎ去りますように」と言っていたとき、汗が滴のように滴り落ちていたと書かれている。これは明らかに、心が震えおののき、骨も同様であり、心が腹の中で溶ける蝋のようであったことを示している。それは、父がご自身の子を、我々のために真にこのような苦しみのうちに置くことを望まれたのだと我々が知り、また、彼が神の子でありながら、自分の身に起こり、また及んでいたことを感じ取っていなかったなどと我々が言わないためである。
Dialogus cum Tryphone Iudaeo 103.9
Καὶ τὸ Ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου, καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου, ὅπερ προεῖπον, τῆς σιγῆς, ἐν μηδενὶ μηδὲν ἀποκρινόμενος ὁ πάντας ἐλέγχων ἀσόφους τοὺς παρ᾿ ὑμῖν διδασκάλους, προαγγελία ἦν.
そして「わが力は素焼きの器のように干からび、わが舌は喉にはり付いた」という言葉は、先に私が述べたとおり、諸君のもとにいるすべての教師たちを愚かであると論駁していた彼が、誰にも何一つ答えることなく沈黙していたことの予告であった。