Dialogus cum Tryphone Iudaeo 51.1
Καὶ παυσαμένου μου εἶπεν ὁ Τρύφων· Ἀμφίβολοι μὲν πάντες οἱ λόγοι τῆς προφητείας. ἣν φῄς σύ, ὦ ἄνθρωπε, καὶ οὐδὲν τμητικὸν εἰς ἀπόδειξιν οὗπερ βούλει ἀποδεῖξαι ἔχοντες. Κἀγὼ ἀπεκρινάμην· Εἰ μὲν μὴ ἐπαύσαντο καὶ εἰσέτι ἐγένοντο οἱ προφῆται ἐν τῷ γένει ὑμῶν, ὦ Τρύφων. μετὰ τοῦτον τὸν Ἰωάννην, ἴσως ἀμφίβολα ἐνοεῖτε εἶναι τὰ λεγόμενα.
私が話し終えると、トリュフォンが言った。「人よ、お前が語るその預言の言葉はすべて曖昧であり、お前が証明しようとしていることを裏づけるのに決定的なものは何も持っていない。」私は答えた。「トリュフォンよ、もし諸君の族の中で預言者たちが絶えることなく、このヨハネ以後も現れ続けていたのであれば、諸君はおそらく語られたことを曖昧だと考えるであろう。」
Dialogus cum Tryphone Iudaeo 51.2
Εἰ δὲ Ἰωάννης μὲν προελήλυθε βοῶν τοῖς ἀνθρώποις μετανοεῖν, καὶ Χριστὸς ἔτι αὐτοῦ καθεζομένου ἐπὶ τοῦ Ἰορδάνου ποταμοῦ ἐπελθὼν ἔπαυσέ τε αὐτὸν τοῦ προφητεύειν καὶ βαπτίζειν, καὶ εὐηγγελίζετο, καὶ αὐτὸς λέγων ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν ἀπὸ τῶν γραμματέων καὶ φαρισαίων. καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, καὶ πάλιν παραγενήσεσθαι ἐν Ἱερουσαλὴμ καὶ τότε τοῖς μαθηταῖς αὐτοῦ συμπιεῖν πάλιν καὶ συμφαγεῖν. καὶ ἐν τῷ μεταξὺ τῆς παρουσίας αὐτοῦ χρόνῳ, ὡς προέφην. γενήσεσθαι αἱρέσεις καὶ ψευδοπροφήτας ἐπὶ τῷ ὀνόματι αὐτοῦ προεμήνυσε, καὶ οὕτω φαίνεται ὄντα· πῶς ἔτι ἀμφιβάλλειν ἔστιν, ἔργῳ πεισθῆναι ὑμῶν ἐχόντων;
「だが、ヨハネが人々に悔い改めを叫びつつ進み出て、そして彼がまだヨルダン川のほとりに座っていたときにキリストが来て、彼が預言し洗礼を授けるのをやめさせ、自らも良い知らせを告げ、天の王国は近いと語り、また彼が律法学者たちとファリサイ人たちから多くの苦しみを受け、十字架につけられ、三日目に甦り、再びエルサレムに来て、そのとき弟子たちとともにふたたび飲み食いすることになると語り、さらに、私が先に述べたように、彼の再臨までの間にいくつかの分派と、彼の名を騙る偽預言者たちが現れると予告し、そしてそれがそのとおりに起こっていると分かるのであれば——諸君は事実によって説得される手立てを持ちながら、なおどうして疑うことができようか。」
Dialogus cum Tryphone Iudaeo 51.3
Εἰρήκει δὲ περὶ τοῦ μηκέτι γενήσεσθαι ἐν τῷ γένει ὑμῶν προφήτην καὶ περὶ τοῦ ἐπιγνῶναι ὅτι ἡ πάλαι κηρυσσομένη ὑπὸ τοῦ θεοῦ καινή διαθήκη διαταχθήσεσθαι ἤδη τότε παρῆν, τουτέστιν αὐτὸς ὢν ὁ Χριστός, οὕτως· Ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου τοῦ βαπτιστοῦ· ἐξ ὅτου ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
「そして彼は、諸君の族の中にもはや預言者が現れなくなることについて、また、神によって古くから、定められるであろうと告げられていた新しい契約が、すでにその時に到来していたこと、すなわちその契約とはご自身であるキリストにほかならないことを認めるべきことについて、こう言った。『律法と預言者は洗礼者ヨハネまでである。その時から天の王国は激しく求められ、激しく求める者たちがそれを奪い取る。もし汝らが受け入れようとするなら、来たるべきエリヤとはこの者のことである。聞く耳のある者は聞くがよい。』」