ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput LXXII 第LXXII章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 4 sectiones

Dialogus cum Tryphone Iudaeo 72.1

1

Κἀγὼ εἶπον· Ὡς ὑμῖν φίλον, πράξω. Ἀπὸ μὲν οὖν τῶν ἐξηγήσεων, ὧν ἐξηγήσατο Ἔσδρας εἰς τὸν νόμον τὸν περὶ τοῦ πάσχα, τὴν ἐξήγησιν ταύτην ἀφείλοντο· Καὶ εἶπεν Ἔσδρας τῷ λαῷ· Τοῦτο τὸ πάσχα ὁ σωτὴρ ἡμῶν καὶ ἡ καταφυγὴ ἡμῶν. Καὶ ἐὰν διανοηθῆτε καὶ ἀναβῇ ὑμῶν ἐπὶ τὴν καρδίαν, ὅτι μέλλομεν αὐτὸν ταπεινοῦν ἐν σημείῳ, καὶ μετὰ ταῦτα ἐλπίσωμεν ἐπ᾿ αὐτόν, οὐ μὴ ἐρημωθῇ ὁ τόπος οὗτος εἰς τὸν ἅπαντα χρόνον, λέγει ὁ θεὸς τῶν δυνάμεων· ἂν δὲ μὴ πιστεύσητε αὐτῷ μηδὲ εἰσακούσητε τοῦ κηρύγματος αὐτοῦ. ἔσεσθε ἐπίχαρμα τοῖς ἔθνεσι.

私は言った。「諸君の望むとおりにしよう。まず、エズラが過越の律法について釈義したもののうちから、彼らはこの釈義を取り除いた。エズラは民に言った。『この過越こそ、我々の救い主であり、我々の逃れ場である。もし汝らが思いをめぐらし、我々が彼をしるしのうちに低くすることになると汝らの心に思い浮かべ、その後に彼に望みを置くならば、この場所はいつまでも荒れ果てることはないであろう』と、万軍の神は言われる。『しかし、もし汝らが彼を信じず、彼の宣教に耳を傾けないならば、汝らは諸国民の物笑いとなるであろう。』」

Dialogus cum Tryphone Iudaeo 72.2

2

Καὶ ἀπὸ τῶν διὰ Ἱερεμίου λεχθέντων ταῦτα περιέκοψαν· Ἐγὼ ὡς ἀρνίον ἄκακον. φερόμενον τοῦ θύεσθαι. Ἐπ᾿ ἐμὲ ἐλογίζοντο λογισμόν, λέγοντες· Δεῦτε, ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ οὐκέτι.

また、エレミヤを通して語られたことどものうちから、彼らは次のことを切り取った。「私は屠られるために連れて行かれる、悪意なき小羊のようであった。彼らは私に対してこう企てを企み、言った。『さあ、彼のパンに木を投げ入れ、生ける者の地から彼を絶ち滅ぼそう。彼の名は、もはや思い起こされることのないように』と。」

Dialogus cum Tryphone Iudaeo 72.3

3

Καὶ ἐπειδὴ αὕτη ή περικοπή, ἡ ἐκ τῶν λόγων τοῦ Ἱερεμίου, ἔτι ἐστὶν ἐγγεγραμμένη ἔν τισιν ἀντιγράφοις τῶν ἐν συναγωγαῖς Ἰουδαίων (πρὸ γὰρ ὀλίγου χρόνου ταῦτα ἐξέκοψαν), ἐπειδὰν καὶ ἐκ τούτων τῶν λόγων ἀποδεικνύηται ὅτι ἐβουλεύσαντο Ἰουδαῖοι περὶ αὐτοῦ τοῦ Χριστοῦ, ἀναιρεῖν αὐτὸν σταυρώσαντες βουλευσάμενοι, καὶ αὐτὸς μηνύεται, ὡς καὶ διὰ τοῦ Ἡσαΐου προεφητεύθη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενος, καὶ ἐνθάδε ὡς ἀρνίον ἄκακον δηλοῦται· ὥστ᾿ ἀπορούμενοι ἐπὶ τὸ βλασφημεῖν χωροῦσι.

そして、エレミヤの言葉によるこの一節は、いまなおユダヤ人の会堂にある写本のいくつかには書き記されている(ごく最近になって彼らはこれを切り取ったのだから)。これらの言葉からは、ユダヤ人たちがまさにこのキリストについて、十字架につけて滅ぼそうと企てたことが証明され、また彼自身が——イザヤを通しても、屠り場に引かれる羊のように預言されたとおり——ここでも悪意なき小羊として示されている。それゆえ、彼らは窮して、冒瀆へと向かうのである。

Dialogus cum Tryphone Iudaeo 72.4

4

Καὶ ἀπὸ τῶν λόγων τοῦ αὐτοῦ Ἱερεμίου ὁμοίως ταῦτα περιέκοψαν· Ἐμνήσθη δὲ κύριος ὁ θεὸς ἅγιος Ἰσραὴλ τῶν νεκρῶν αὐτοῦ, τῶν κεκοιμημένων εἰς γῆν χώματος, καὶ κατέβη πρὸς αὐτοὺς εὐαγγελίσασθαι αὐτοῖς τὸ σωτήριον αὐτοῦ.

また、同じエレミヤの言葉から、彼らは同じように次のことを切り取った。「主なる神、イスラエルの聖なる方は、その死者たち、土の地に眠る者たちを思い起こされ、彼らのもとに下って、御自身の救いを彼らに宣べ伝えられた。」