Dialogus cum Tryphone Iudaeo 30.1
Ἀλλὰ τῇ αὑτῶν κακίᾳ ἐγκαλεῖτε, ὅτι καὶ συκοφαντεῖσθαι δυνατός ἐστιν ὁ θεὸς ὑπὸ τῶν νοῦν μὴ ἐχόντων, ὡς τὰ αὐτὰ δίκαια μὴ πάντας ἀεὶ διδάξας. Πολλοῖς γὰρ ἀνθρώποις ἄλογα καὶ οὐκ ἄξια θεοῦ τὰ τοιαῦτα διδάγματα ἔδοξεν εἶναι, μὴ λαβοῦσι χάριν τοῦ γνῶναι ὅτι τὸν λαὸν ὑμῶν πονηρευόμενον καὶ ἐν νόσῳ ψυχικῇ ὑπάρχοντα εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοῦ πνεύματος κέκληκε, καὶ αἰώνιός ἐστι μετὰ τὸν Μωσέως θάνατον προελθοῦσα ἡ προφητεία.
「むしろ諸君は、自分自身の悪しきことをこそ責めるがよい。あたかも神があらゆる人に常に同じ正しいことを教えなかったかのように、分別を持たぬ者たちによって神が中傷されることさえありうるのだから。多くの人間にとって、そのような教えは道理に合わず、神にふさわしくないものと思われた。それは、諸君の民が悪をなし、魂の病のうちにあったがゆえに、神が霊の立ち帰りと悔い改めへと招いたのだということ、そしてモーセの死後に進み出たこの預言は永遠のものであるということを、知る恵みを受けなかったからである。」
Dialogus cum Tryphone Iudaeo 30.2
Καὶ διὰ τοῦ ψαλμοῦ τοῦτο εἴρηται, ὦ ἄνδρες. Καὶ ὅτι γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον ὁμολογοῦμεν αὐτά, οἱ σοφισθέντες ἀπ᾿ αὐτῶν, ἐκ τοῦ καὶ μέχρι θανάτου ἀνεξαρνήτους ἡμᾶς γίνεσθαι το(??) ὀνόματος αὐτοῦ φαίνεται. Ὅτι δὲ καὶ αἰτοῦμεν αὐτόν, οἱ πιστεύοντες εἰς αὐτόν, ἵνα ἀπὸ τῶν ἀλλοτρίων, τουτέστιν ἀπὸ τῶν πονηρῶν καὶ πλάνων πνευμάτων, συντηρήσῃ ἡμᾶς, ἀπὸ προσώπου ἑνὸς τῶν εἰς αὐτὸν πιστευόντων σχηματοποιήσας ὁ λόγος τῆς προφητείας λέγει, πᾶσι φανερόν ἐστιν.
「そしてこれは、方々よ、詩篇を通しても語られている。そして、それらから知恵を授けられた我々が、蜜や蜂の巣にまさって甘美であるとそれらを認めていることは、我々が死に至るまでもその御名を否まない者となっていることから明らかである。そして、彼を信じる我々が、異なるもの、すなわち悪しく惑わす霊どもから神が我々を守られるようにと神に願い求めていることは、彼を信じる者のひとりの人格を装って預言の言葉が語っていることから、すべての人に明らかである。」
Dialogus cum Tryphone Iudaeo 30.3
Ἀπὸ γὰρ τῶν δαιμονίων, ἅ ἐστιν ἀλλότρια τῆς θεοσεβείας τοῦ θεοῦ, οἶς πάλαι προσεκυνοῦμεν, τὸν θεὸν ἀεὶ διὰ Ἰησοῦ Χριστοῦ συντηρηθῆναι παρακαλοῦμεν, ἵνα μετὰ τὸ ἐπιστρέψαι πρὸς θεὸν δι᾿ αὐτοῦ ἄμωμοι ὦμεν. Βοηθὸν γὰρ ἐκεῖνον καὶ λυτρωτὴν καλοῦμεν, οὗ καὶ τὴν τοῦ ὀνόματος ἰσχὺν καὶ τὰ δαιμόνια τρέμει, καὶ σήμερον ἐξορκιζόμενα κατὰ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, τοῦ σταυρωθέντος ἐπὶ Ποντίου Πιλάτου, τοῦ γενομένου ἐπιτρόπου τῆς Ἰουδαίας, ὑποτάσσεται, ὡς καὶ ἐκ τούτου πᾶσι φανερὸν εἶναι ὅτι ὁ πατὴρ αὐτοῦ τοσαύτην ἔδωκεν αὐτῷ δύναμιν, ὥστε καὶ τὰ δαιμόνια ὑποτάσσεσθαι τῷ ὀνόματι αὐτοῦ καὶ τῇ τοῦ γενομένου πάθους αὐτοῦ οἰκονομίᾳ.
「というのも、我々がかつて拝んでいた、神への敬神とは異なる悪霊どもから、我々は常にイエス・キリストを通して神により守られるようにと願い求めている。それは、神へと立ち帰った後、彼を通して汚れなき者となるためである。我々は彼を助け主、贖い主と呼ぶ。悪霊どもは彼の御名の力に震え、今日でも、ポンティオ・ピラト――ユダヤの総督となった者――のもとで十字架につけられたイエス・キリストの御名によって追い出されるとき、屈服する。このことからも、彼の父が彼にこれほどの力を与え、悪霊どもさえも彼の御名と、彼に起こった受難の経綸とに屈服するようになったことが、すべての人に明らかなのである。」