ユスティノスc. 100–c. 165

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Dialogus cum Tryphone Iudaeo

Caput XXV 第XXV章

Justin Martyr · Dialogus cum Tryphone Iudaeo · 6 sectiones

Dialogus cum Tryphone Iudaeo 25.1

1

Σὺν ἡμῖν καὶ κληρονομῆσαι βουλήσονται κἄν ὀλίγον τόπον οὗτοι οἱ δικαιοῦντες ἑαυτοὺς καὶ λέγοντες εἶναι τέκνα Ἀβραάμ., ὡς διὰ τοῦ ῾Πσαΐου βοᾷ τὸ ἅγιον πνεῦμα, ὡς ἀπὸ προσώπου αὐτῶν λέγων τάδε·

「我々とともに、たとえわずかな地であれ相続しようと望むことになるだろう、自分を義とし、自分たちをアブラハムの子だと言うこれらの者たちも。イザヤを通して聖なる霊が、彼らに代わって次のように語り呼ばわるとおりである。」

Dialogus cum Tryphone Iudaeo 25.2

2

Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης. Ποῦ δή ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς; Ποῦ ἔστι τὸ πλῆθος τοῦ ἐλέους σου, ὅτι ἀνέσχου ἡμῶν, κύριε; Σὺ γὰρ ἡμῶν εἶ πατήρ, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς. Ἀλλὰ σύ, κύριε πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς· ἀπ᾿ ἀρχῆς τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας ἡμῶν τὴν καρδίαν τοῦ μὴ φοβεῖσθαί σε;

「『天より立ち帰りたまえ。そして汝の聖なる栄光の家から見たまえ。汝の熱心と力はいったいどこにあるのか。汝の憐れみの豊かさはどこにあるのか。主よ、汝は我々を耐え忍ばれたのか。汝は我々の父であられる。アブラハムは我々を知らず、イスラエルも我々を知らなかったのだから。しかし主よ、我々の父よ、我々をお救いください。初めより汝の名は我々の上にある。主よ、なぜ汝は我々を汝の道から迷わせ、我々の心を頑なにして汝を畏れぬようにされたのか。』」

Dialogus cum Tryphone Iudaeo 25.3

3

Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Ἐγενόμεθα ὡς τὸ ἀπ᾿ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ᾿ ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανον, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡς ἀπὸ πυρὸς κηρὸς τήκεται· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὀνομά σου ἐν τοῖς ὑπεναντίοις, ἀπὸ προσώπου σου ἔθην ταραχθήσονται.

「『立ち帰りたまえ、汝の僕たちのゆえに、汝の嗣業の部族たちのゆえに。我々が汝の聖なる山を、わずかなりとも相続するために。我々は初めのときのようになった。汝が我々を治めておられず、汝の名が我々の上に呼ばれてもいなかったときのように。もし汝が天を開かれるなら、山々は汝の御前に震え、火の前で蝋が溶けるように溶け去るだろう。火は逆らう者たちを焼き尽くし、汝の名は逆らう者たちの間で明らかにされ、汝の御前から諸国民は騒ぎ立つだろう。』」

Dialogus cum Tryphone Iudaeo 25.4

4

Ὅταν ποιῆς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ καὶ τά ἔργα σου. Ποιήσει τοῖς μετανοοῦσιν ἔλεον. Συναντήσεται τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν. Διὰ τοῦτο ἐπλανήθημεν καὶ ἐγενόμεθα ἀκάθαρτοι πάντες, καὶ ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν, καὶ ἐξερρύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς.

「『汝が栄えあることを行われるとき、山々は汝の御前に震えるだろう。永遠の昔より我々は聞いたことがなく、我々の目も汝と汝の御業のほかには神を見たことがない。汝は悔い改める者たちに憐れみを施すだろう。義を行う者たちに出会い、彼らは汝の道を思い起こすだろう。見よ、汝は怒られ、我々は罪を犯した。それゆえ我々は迷い、皆汚れた者となった。我々の正義のすべては、月のさわりの女の汚れた布切れのようになり、我々は自分たちの不法のゆえに木の葉のように落ちた。かくして風は我々を運び去るだろう。』」

Dialogus cum Tryphone Iudaeo 25.5

5

Καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ οὐ μνησθεὶς ἀντιλαβέσθαι σου, ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ᾿ ἡμῶν καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν. Καὶ νῦν ἐπίστρεφον, κύριε, ὅτι λαός σου πάντες ἡμεῖς. Ἡ πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος, τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἔθνη ἔνδοξα συνέπεσε. Καὶ ἐπὶ τούτοις ἀνέσχου, κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

「『汝の名を呼び求める者はなく、汝に取りすがることを思い起こす者もいない。汝が御顔を我々からそむけ、我々の罪のゆえに我々を引き渡されたからである。しかし今、立ち帰りたまえ、主よ。我々は皆汝の民なのだから。汝の聖なる都は荒れ果て、シオンは荒野のようになり、エルサレムは呪いとなった。我々の父祖たちが祝した聖なる家、栄光は焼け落ち、栄えあるすべての諸国民は倒れ伏した。それでも主よ、汝はこれらのことに耐え忍び、黙し、我々を甚だしく低くされた。』」

Dialogus cum Tryphone Iudaeo 25.6

6

Καὶ ὁ Τρύφων· Τί οὖν ἐστιν ὅ λέγεις, ὅτι οὐδεὶς ἡμῶν κληρονομήσει ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ οὐδέν.

そしてトリュフォンは言った。「では、お前が言っているのは何のことか。我々のうちの誰ひとりとして、神の聖なる山において何も相続することがない、ということなのか。」