Dialogus cum Tryphone Iudaeo 63.1
Καὶ ὁ Τρύφων· Ἰσχυρῶς καὶ διὰ πολλῶν δείκνυταί σοι τοῦτο, φίλε, ἔφη. Λοιπὸν οὖν καὶ ὅτι οὗτος διὰ τῆς παρθένου ἄνθρωπος γεννηθῆναι κατὰ τὴν τοῦ πατρὸς αὐτοῦ βούλησιν ὑπέμεινεν ἀπόδειξον καὶ σταυρωθῆναι καὶ ἀποθανεῖν· δήλου δὲ καὶ ὅτι μετὰ ταῦτα ἀναστὰς ἀνελήλυθεν εἰς τὸν οὐρανόν.
トリュフォンは言った。「友よ、これはお前によって、多くのことを通して力強く示されている。それでは次に、この方が、その父の意志に従って、処女によって人間として生まれることを甘んじて受け、また十字架につけられ、死ぬことをも甘んじて受けたことを証明せよ。そして、これらの後に甦って天に昇られたことをも明らかにせよ。」
Dialogus cum Tryphone Iudaeo 63.2
Κἀγὼ ἀπεκρινάμην· Ἤδη καὶ τοῦτο ἀποδέδεικταί μοι, ὦ ἄνδρες, ἐν τοῖς προανιστορημένοις λόγοις τῶν προφητειῶν, οὓς δι᾿ ὑμᾶς πάλιν ἀναμιμνησκόμενος καὶ ἐξηγούμενος πειρά σομαι καὶ εἰς τὴν περὶ τούτου συγκατάθεσιν ἀγαγεῖν ὑμᾶς. Ὁ γοῦν λόγος ὃν ἔφη Ἡσαΐας· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· οὐ δοκεῖ σοι λελέχθαι ὡς οὐκ ἐξ ἀνθρώπων ἔχοντος τὸ γένος τοῦ διὰ τὰς ἀνομίας τοῦ λαοῦ εἰς θάνατον παραδεδόσθαι εἰρημένου ὑπὸ τοῦ θεοῦ; Περὶ οὗ καὶ Μωσῆς τοῦ αἵματος, ὡς προέφην, αἵματι σταφυλῆς, ἐν παραβολῇ εἰπών, τὴν στολὴν αὐτοῦ πλυνεῖν ἔφη, ὡς τοῦ αἵματος αὐτοῦ οὐκ ἐξ ἀνθρωπείου σπέρματος γεγεννημένου ἀλλ᾿ ἐκ θελήματος θεοῦ.
私は答えた。「諸君よ、これもすでに、先に私が述べた預言の言葉の中で証明されている。それを諸君のために再び想起し、説き明かすことによって、このことについても諸君を同意へと導こうと思う。さて、イザヤが述べた言葉、『その世代を誰が語り得よう。その命は地から取り去られるのだから』とは、神によって、その民の不法のゆえに死へ引き渡されると語られたその方が、人間から出た氏族を持たないことを語ったのだと、お前には思われないか。この方について、モーセもまた、私が先に述べたように、血をぶどうの血にたとえて、その衣を洗うであろうと語ったのであり、それは、この方の血が人間の種から生まれたものではなく、神の意志から出たものであることを示している。」
Dialogus cum Tryphone Iudaeo 63.3
Καὶ τὰ ὑπὸ Δαυῒδ εἰρημένα· Ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου, ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. Ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ· οὐ σημαίνει ὑμῖν ὅτι ἄνωθεν καὶ διὰ γαστρὸς ἀνθρωπείας ὁ θεὸς καὶ πατὴρ τῶν ὅλων γεννᾶσθαι αὐτὸν ἔμελλε;
「そして、ダビデによって語られた言葉、『お前の聖なる者たちの輝きのうちに、明けの明星に先立って、私は胎からお前を生んだ。主は誓われた、そして悔いることはないであろう、お前はメルキゼデクの位に等しく、永遠の祭司であると』——これは、万物の神にして父が、上から、そして人間の胎を通して、この方を生まれさせようとされたことを、諸君に示しているのではないか。」
Dialogus cum Tryphone Iudaeo 63.4
Καὶ ἐν ἑτέροις εἰπών, τοῖς καὶ αὐτοῖς προλελεγμένοις· Ὁ θρόνος σου, ὁ θεός, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε, ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρναν καὶ στακτὴν καὶ κασσίαν ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν εὔφρανάν σε. Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου· παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.
「そして、これも先に述べたのと同じ箇所において、別の言葉でこう語っている。『お前の座は、神よ、世々限りなく続く。まっすぐな杖はお前の王国の杖である。お前は正義を愛し、不法を憎んだ。それゆえ、神よ、お前の神は、お前の仲間にまさって、喜びの油をお前に注いだ。没薬と、香油と、桂皮とが、象牙の宮殿から、お前の衣から、それらによって人々はお前を喜ばせた。王たちの娘たちはお前の栄誉のうちにあり、王妃はお前の右に立つ、金をちりばめた衣をまとい、彩られて。娘よ、聞け、そして見よ、お前の耳を傾けよ、そしてお前の民と、お前の父の家とを忘れよ。すると王はお前の美しさを望むであろう、その方こそお前の主であるゆえに、お前は彼を伏し拝むであろう。』」
Dialogus cum Tryphone Iudaeo 63.5
Ὅτι γοῦν καὶ προσκυνητός ἐστι καὶ θεὸς καὶ Χριστὸς ὑπὸ τοῦ ταῦτα ποιήσαντος μαρτυρούμενος, καὶ οἱ λόγοι οὗτοι διαρρήδην σημαίνουσι. Καὶ ὅτι τοῖς εἰς αὐτὸν πιστεύουσιν, ὡς οὖσι μιᾷ ψυχῇ καὶ μιᾷ συναγωγῇ καὶ μιᾷ ἐκκλησίᾳ, ὁ λόγος τοῦ θεοῦ λέγει ὡς θυγατρί, τῇ ἐκκλησίᾳ τῇ ἐξ ὀνόματος αὐτοῦ γενομένῃ καὶ μετασχούσῃ τοῦ ὀνόματος αὐτοῦ (Χριστιανοὶ γὰρ πάντες καλούμεθα), ὁμοίως φανερῶς οἱ λόγοι κηρύσσουσι, διδάσκοντες ἡμᾶς καὶ τῶν παλαιῶν πατρῴων ἐθῶν ἐπιλαθέσθαι, οὕτως ἔχοντες· Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου, ὅτι αὐτός ἐστι κύριός σου, καὶ προσκυνήσεις αὐτῷ.
「したがって、この方が、これらのことを行われた方によって証しされて、拝まれるべき方であり、神であり、キリストであることを、これらの言葉ははっきりと示している。また、彼を信じる者たちに対して——彼らが一つの魂、一つの会衆、一つの教会であるとして——神のロゴスが、娘に対するように語っていること、すなわち、彼の名から出て、彼の名にあずかった教会に対して(我々は皆、キリスト教徒と呼ばれているのだから)語っていることも、同様にはっきりと、これらの言葉は告げ知らせている。それは、我々に、古い父祖伝来の習わしを忘れることをも教えている。それはこうである。『娘よ、聞け、そして見よ、お前の耳を傾けよ、そしてお前の民と、お前の父の家とを忘れよ。すると王はお前の美しさを望むであろう、その方こそお前の主であるゆえに、お前は彼を伏し拝むであろう。』」