Dialogus cum Tryphone Iudaeo 34.1
Ἔτι δὲ καὶ πρὸς τὸ πεῖσαι ὑμᾶς ὅτι τῶν γραφῶν οὐδὲν συνήκατε, καὶ ἄλλου ψαλμοῦ τῷ Δαυῒδ ὑπὸ τοῦ ἁγίου πνεύματος εἰρημένου ἀναμνήσομαι, ὃν εἴς Σολομῶνα, τὸν γενόμενον καὶ αὐτὸν βασιλέα ὑμῶν, εἰρῆσθαι λέγετε· εἰς δὲ τὸν Χριστὸν ἡμῶν καὶ αὐτὸς εἴρηται. Ὑμεῖς δὲ ἀπὸ τῶν ὁμωνύμων λέξεων ἑαυτοὺς ἐξαπατᾶτε. Ὅπου γὰρ ὁ νόμος τοῦ κυρίου ἄμωμος εἴρηται. οὐχὶ τὸν μετ᾿ ἐκεῖνον μέλλοντα ἀλλὰ τὸν διὰ Μωσέως ἐξηγεῖσθε, τοῦ θεοῦ βοῶντος καινὸν νόμον καὶ καινὴν διαθήκην διαθήσεσθαι.
「さらに、諸君が聖書を少しも理解していないことを諸君に納得させるために、私は、聖なる霊によってダビデに語られたもうひとつの詩篇を思い起こそう。それを諸君は、諸君の王ともなったソロモンについて語られたものだと言う。しかし、それは我々のキリストについても語られているのである。しかるに諸君は、同音の語句のゆえに自分自身を欺いている。というのも、『主の律法は汚れなし』と語られている箇所では、神が新しい法と新しい契約を立てると呼ばわっているにもかかわらず、諸君はそれを、かの律法の後に来るはずのものとしてではなく、モーセを通して与えられた律法として説くからである。」
Dialogus cum Tryphone Iudaeo 34.2
Καὶ ὅπου λέλεκται· Ὁ θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δός, ἐπειδὴ βασιλεὺς Σολομὼν γέγονεν, εἰς αὐτὸν τὸν ψαλμὸν εἰρῆσθαί φατε, τῶν λόγων τοῦ ψαλμοῦ διαρρήδην κηρυσσόντων εἰς τὸν αἰώνιον βασιλέα, τουτέστιν εἰς τὸν Χριστόν, εἰρῆσθαι. Ὁ γὰρ Χριστὸς βασιλεὺς καὶ ἱερεὺς καὶ θεὸς καὶ κύριος καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ ἀρχιστράτηγος καὶ λίθος καὶ παιδίον γεννώμενον καὶ παθητὸς γενόμενος πρῶτον, εἶτα εἰς οὐρανὸν ἀνερχόμενος καὶ πάλιν παραγινόμενος μετὰ δόξης καὶ αἰώνιον τὴν βασιλείαν ἔχων κεκήρυκται, ὡς ἀπὸ πασῶν τῶν γραφῶν ἀποδείκνυμι.
「そして『神よ、汝の裁きを王にお与えください』と言われている箇所では、ソロモンが王となったからというので、諸君はこの詩篇が彼について語られたものだと言う。しかしこの詩篇の言葉は、明白に永遠の王、すなわちキリストについて宣べているのである。というのも、キリストは王であり、祭司であり、神であり、主であり、御使いであり、人であり、大将軍であり、石であり、生まれる幼子であり、まず受難を受ける者となり、それから天に昇り、再び栄光とともに来て、永遠の王国を持つ者として宣べ告げられているからである。それはあらゆる聖書から私が示すとおりである。」
Dialogus cum Tryphone Iudaeo 34.3
Ἵνα δὲ καὶ ὅ εἶπον νοήσητε, τοὺς τοῦ ψαλμοῦ λόγους λέγω. Εἰσὶ δ᾿ οὗτοι· Ὁ θεὸς, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ καὶ τοὺς πτωχούς σου ὲν κρίσει. Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ καὶ οἱ βουνοὶ δικαιοσύνην. Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων, καὶ ταπεινώσει συκοφάντην· καὶ συμπαραμενεῖ τῷ ἡλίῳ καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν.
「そして、私が言ったことを諸君が理解できるように、詩篇の言葉を語ろう。それはこうである。『神よ、汝の裁きを王に、汝の正義を王の子にお与えください。汝の民を正義をもって、汝の貧しい者たちを裁きをもって裁くために。もろもろの山は民に平和を、もろもろの丘は正義を担うように。彼は民の貧しい者たちを裁き、乏しい者たちの子らを救い、搾取する者を低くするだろう。そして彼は、日とともに、また月の前から、世々代々にわたって存続するだろう。彼は羊毛の上に降る雨のように、地に滴り落ちる雫のように降るだろう。』」
Dialogus cum Tryphone Iudaeo 34.4
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης. Ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες, καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Βασιλεῖς Θαρσεῖς καὶ νῆσοι δῶρα προσάξουσι., βασιλεῖς Ἀρράβων καὶ Σαββᾶ δῶρα προσάξουσι. καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς τῆς γῆς, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· ὅτι ἐρρύσατο πτωχὸν ἐκ δυνάστου, καὶ πένητα ᾧ οὐχ ὑπῆρχε βοηθός.
「『彼の日々に正義が昇り、月が取り去られるまで、平和の豊かさがあるだろう。彼は海から海まで、もろもろの川から世界の果てまで支配するだろう。彼の御前にエチオピア人はひれ伏し、彼の敵は塵をなめるだろう。タルシシュの王たちと島々は贈り物を献げ、アラビアとシェバの王たちは贈り物を献げるだろう。そして地のすべての王は彼を拝み、すべての諸国民は彼に仕えるだろう。彼は貧しい者を権力者から、助ける者のない乏しい者を救い出したからである。』」
Dialogus cum Tryphone Iudaeo 34.5
Φείσεται πτωχοῦ καὶ πένητος, καὶ ψυχὰς πενήτων σώσει· ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν, καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν. Καὶ ζήσεται καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀρραβίας, καὶ προσεύξονται διὰ παντὸς περὶ αὐτοῦ· ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν. Καὶ ἔσται στήριγμα ἐν τῇ γῇ. ἐπ᾿ ἄκρων τῶν ὀρέων ὑπεραρθήσεται· ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ, καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.
「『彼は貧しい者と乏しい者を惜しみ、乏しい者たちの魂を救うだろう。彼らの魂を、高利と不義から贖い出すだろう。そして彼の名は彼らの前で尊ばれるだろう。彼は生き、アラビアの黄金から彼に与えられるだろう。そして人々は絶えず彼のために祈り、一日中彼を祝福するだろう。そして彼は地における支えとなるだろう。もろもろの山の頂において高く上げられ、その実りはレバノンにまさり、彼らは町から地の草のように咲き出るだろう。』」
Dialogus cum Tryphone Iudaeo 34.6
Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς· πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν. Εὐλογητὸς κύριος, ὁ θεὸς Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο. Καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ τούτου, οὗ ἔφην, γέγραπται· Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ, υἱοῦ Ἰεσσαί.
「『彼の名は世々にわたって祝福されるだろう。太陽の前から彼の名は存続する。そして地のすべての部族は彼によって祝福され、すべての諸国民は彼を幸いな者と呼ぶだろう。ひとり奇しき業を行われる主、イスラエルの神は祝福されよ。そしてその栄光の御名は世々に、また世々の世々に至るまで祝福されよ。そして全地は彼の栄光で満たされるだろう。しかり、しかり。』そして、私が述べたこの詩篇の終わりには、こう書かれている。『エッサイの子ダビデの賛歌は終わった。』」
Dialogus cum Tryphone Iudaeo 34.7
Καὶ ὅτι μὲν βασιλεὺς ἐγένετο ἐπιφανὴς καὶ μέγας ὁ Σολομὼν, ἐφ᾿ οὗ ὁ οἶκος ὁ ἐν Ἱερουσαλὴμ ἐπικληθεὶς ἀνῳκοδομήθη, ἐπίσταμαι. ὅτι δὲ οὐδὲν τῶν ἐν τῷ ψαλμῷ εἰρημένων συνέβη αὐτῷ, φαίνεται. Οὔτε γὰρ πάντες οἱ βασιλεῖς προσεκύνησαν αὐτῷ, οὔτε μέχρι τῶν περάτων τῆς οἰκουμένης ἐβασίλευσεν, οὔτε οἱ ἐχθροὶ αὐτοῦ ἔμπροσθεν αὐτοῦ πεσόντες χοῦν ἔλειξαν.
「そしてソロモンが、輝かしく偉大な王となったこと、その治世にエルサレムに建てられ、その名で呼ばれた家が建立されたことを、私は知っている。しかし、詩篇に語られたことのいずれも彼には起こらなかったことは明らかである。すべての王たちが彼を拝んだわけでもなく、彼が世界の果てにまで王として支配したわけでもなく、彼の敵たちが彼の前に倒れ伏して塵をなめたわけでもないからである。」
Dialogus cum Tryphone Iudaeo 34.8
Ἀλλὰ καὶ τολμῶ λέγειν ἃ γέγραπται ἐν ταῖς Βασιλείαις ὑπ᾿ αὐτοῦ πραχθέντα, ὅτι διὰ γυναῖκα ἐν Σιδῶνι εἰδωλολάτρει· ὅπερ οὐχ ὑπομένουσι πρᾶξαι οἱ ἀπὸ τῶν ἐθνῶν διὰ Ἰησοῦ τοῦ σταυρωθέντος ἐπιγνόντες τὸν ποιητὴν τῶν ὅλων θεόν, ἀλλὰ πᾶσαν αἰκίαν καὶ τιμωρίαν μέχρις ἐσχάτου θανάτου ὑπομένουσι περὶ τοῦ μήτε εἰδωλολατρῆσαι μήτε εἰδωλόθυτα φαγεῖν.
「それどころか、私は敢えて、列王記に彼によって行われたと書き記されていることを語ろう。すなわち、彼はシドンの女のゆえに偶像を拝んだのである。しかるに、イエス――十字架につけられた方――を通して万物の造り主なる神を知った諸国民出身の者たちは、そのようなことを行うことには耐えず、むしろ偶像を拝むことも偶像に献げられた肉を食べることもしないために、あらゆる虐待と刑罰を、最後の死に至るまで耐え忍ぶのである。」