Dialogus cum Tryphone Iudaeo 6.1
Οὐδὲν ἐμοί, ἔφη, μέλει Πλάτωνος οὐδὲ Πυθαγόρου οὐδὲ ἁπλῶς οὐδενὸς ὅλως τοιαῦτα δοξάζοντος. Τὸ γὰρ ἀληθὲς οὕτως ἔχει· μάθοις δ᾿ ἂν ἐντεῦθεν. Ἡ ψυχὴ ἤτοι ζωή ἐστιν ἢ ζωὴν ἔχει. Εἰ μὲν οὖν ζωή ἐστιν, ἄλλο τι ἆν ποιήσειε ζῆν, οὐχ ἑαυτήν, ὡς καὶ κίνησις ἄλλο τι κινήσειε μᾶλλον ἢ ἑαυτήν. Ὃτι δὲ ζῇ ψυχή, οὐδεὶς ἀντείποι. Εἰ δὲ ζῇ, οὐ ζωὴ οὖσα ζῇ, ἀλλὰ μεταλαμβάνουσα τῆς ζωῆς· ἕτερον δέ τι τὸ μετέχον τινὸς ἐκείνου οὗ μετέχει. Ζωῆς δὲ ψυχὴ μετέχει, ἐπεὶ ζῆν αὐτὴν ὁ θεὸς βούλεται.
「プラトンにもピュタゴラスにも、また端的にそのようなことを説く誰にせよ、私にはまったく関わりのないことだ」と彼は言った。「真理はこうなのだから。以下のことから学ぶがよい。魂は生命であるか、あるいは生命を持つかのいずれかである。もし魂が生命そのものであるならば、それは自分自身以外の何か他のものを生かすことになるだろう。ちょうど運動が、自分自身よりもむしろ他の何かを動かすのと同じように。だが魂が生きているということは、誰も反対しないだろう。もし魂が生きているのであれば、それは生命そのものであるから生きているのではなく、生命に与っているから生きているのである。そして、あるものに与るものは、それが与っているものとは別のものである。魂は生命に与っている。なぜなら神が魂を生かそうと望むからだ」。
Dialogus cum Tryphone Iudaeo 6.2
Οὕτως ἄρα καὶ οὐ μεθέξει ποτέ, ὅταν αὐτὴν μὴ θέλοι ζῆν. Οὐ γὰρ ἴδιον αὐτῆς ἐστι τὸ ζῆν ὡς τοῦ θεοῦ· ἀλλὰ ὥσπερ ἄνθρωπος οὐ διὰ παντός ἐστιν οὐδὲ σύνεστιν ἀεὶ τῇ ψυχῇ τὸ σῶμα, ἀλλ᾿, ὅταν δέῃ λυθῆναι τὴν ἁρμονίαν ταύτην, καταλείπει ἡ ψυχὴ τὸ σῶμα καὶ ὁ ἄνθρωπος οὐκ ἔστιν, οὕτως καί, ὅταν δέῃ τὴν ψυχὴν μηκέτι εἶναι, ἀπέστη ἀπ᾿ αὐτῆς τὸ ζωτικὸν πνεῦμα καὶ οὐκ ἔστιν ἡ ψυχὴ ἔτι, ἀλλὰ καὶ αὐτὴ ὅθεν ἐλήφθη ἐκεῖσε χωρεῖ πάλιν.
「したがって、神がそれを生かそうと望まないとき、魂はもはやそれに与ることもないであろう。というのも、生きるということは、神におけるように魂に固有のことではないからだ。むしろ、人間がいつまでも存続するものではなく、肉体がつねに魂とともにあるのではなく、この調和が解かれるべきときが来ると、魂は肉体を去り、人間はもはや存在しなくなるのと同じように、魂もまた、もはや存在すべきでない時が来ると、生命の息がそれから去り、魂はもはや存在しなくなり、それ自体もまた、取り出されたところへ、再び戻っていくのである」。