Pastor Vis.5.1.1
Προσευξαμένου μου ἐν τῷ οἴκῳ καὶ καθίσαντος εἰς τὴν κλίνην εἰσῆλθεν ἀνήρ τις ἔνδοξος τῇ ὄψει, σχήματι ποιμενικῷ, περικείμενος δέρμα αἴγειον λευκὸν καὶ πήραν ἔχων ἐπὶ τῶν ὤμων καὶ ῥάβδον εἰς τὴν χεῖρα. καὶ ἠσπάσατό με, κἀγὼ ἀντησπασάμην αὐτόν.
私が家で祈り、寝椅子に座っていると、風貌の輝かしい、牧者のいでたちをした一人の男が入って来た。白い山羊の皮をまとい、肩に袋を掛け、手に杖を持っていた。彼は私に挨拶し、私も彼に挨拶を返した。
Pastor Vis.5.1.2
καὶ εὐθὺς παρεκάθισέν μοι καὶ λέγει μοι: Ἀπεστάλην ὑπὸ τοῦ σεμνοτάτου ἀγγέλου, ἵνα μετὰ σοῦ οἰκήσω τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς σου.
彼はすぐに私の傍らに座って、私に言う。「私は最も尊い天使によって遣わされた。お前の残りの生涯の日々を、お前と共に住むためである。」
Pastor Vis.5.1.3
ἔδοξα ἐγώ, ὅτι πάρεστιν ἐκπειράζων με, καὶ λέγω αὐτῷ: Σὺ γὰρ τίς εἶ; ἐγὼ γάρ, φημί, γινώσκω, ᾧ παρεδόθην. λέγει μοι: Οὐκ ἐπιγινώσκεις με; Οὔ, φημί. Ἐγώ, φησίν, εἰμὶ ὁ ποιμήν, ᾧ παρεδόθης.
私は、彼が私を試そうとして来たのだと思い、彼に言う。「では、お前は誰なのですか。私は、自分が誰に引き渡されたか知っているのですから」と私は言う。彼は私に言う。「お前は私が分からないのか。」「分かりません」と私は言う。「私は」と彼は言う。「お前が引き渡された牧者である。」
Pastor Vis.5.1.4
ἔτι λαλοῦντος αὐτοῦ ἠλλοιώθη ἡ ἰδέα αὐτοῦ, καὶ ἐπέγνων αὐτόν, ὅτι ἐκεῖνος ἦν, ᾧ παρεδόθην, καὶ εὐθὺς συνεχύθην καὶ φόβος με ἔλαβεν καὶ ὅλος συνεκόπην ἀπὸ τῆς λύπης, ὅτι οὕτως αὐτῷ ἀπεκρίθην πονηρῶς καὶ ἀφρόνως.
彼がなおも語っている間に、その姿が変わり、私は彼が誰であるかを認めた。彼こそ、私が引き渡されたその人であった。私はすぐに取り乱し、恐れが私を捕らえ、自分がこのように悪く愚かに彼に答えたことの悲しみのために、全身打ち砕かれるようになった。
Pastor Vis.5.1.5
ὁ δὲ ἀποκριθείς μοι λέγει: Μὴ συγχύννου, ἀλλὰ ἰσχυροποιοῦ ἐν ταῖς ἐντολαῖς μου αἷς σοι μέλλω ἐντέλλεσθαι. ἀπεστάλην γάρ, φησίν, ἵνα ἃ εἶδες πρότερον πάντα σοι πάλιν δείξω, αὐτὰ τὰ κεφάλαια τὰ ὄντα ὑμῖν σύμφορα. πρῶτον πάντων τὰς ἐντολάς μου γράψον καὶ τὰς παραβολάς: τὰ δὲ ἕτερα, καθώς σοι δείξω, οὕτως γράψεις: διὰ τοῦτο, φησίν, ἐντέλλομαί σοι πρῶτον γράψαι τὰς ἐντολὰς καὶ παραβολάς, ἵνα ὑπὸ χεῖρα ἀναγινώσκῃς αὐτὰς καὶ δυνηθῇς φυλάξαι αὐτάς.
彼は答えて私に言う。「取り乱すな。むしろ、私がお前に命じようとしている戒めにおいて強められよ。私が遣わされたのは」と彼は言う。「お前が以前見たものすべてを、諸君にとって益となるその要点を、再びお前に示すためである。何よりもまず、私の戒めと譬えを書き記せ。他のことについては、私がお前に示す通りに書くがよい。それゆえ」と彼は言う。「私はお前に、まず戒めと譬えを書くよう命じる。お前が手元でそれらを読み、それらを守ることができるためである。」
Pastor Vis.5.1.6
ἔγραψα οὖν τὰς ἐντολὰς καὶ παραβολάς, καθὼς ἐνετείλατό μοι.
それで私は、彼が私に命じた通りに、戒めと譬えを書き記した。
Pastor Vis.5.1.7
ἐὰν οὖν ἀκούσαντες αὐτὰς φυλάξητε καὶ ἐν αὐταῖς πορευθῆτε καὶ ἐργάσησθε αὐτὰς ἐν καθαρᾷ καρδίᾳ, ἀπολήμψεσθε ἀπὸ τοῦ κυρίου, ὅσα ἐπηγγείλατο ὑμῖν: ἐὰν δὲ ἀκούσαντες μὴ μετανοήσητε, ἀλλ’ ἔτι προσθῆτε ταῖς ἁμαρτίαις ὑμῶν, ἀπολήμψεσθε παρὰ τοῦ κυρίου τὰ ἐναντία. ταῦτά μοι πάντα οὕτως γράψαι ὁ ποιμὴν ἐνετείλατο, ὁ ἄγγελος τῆς μετανοίας.
それゆえ、もし諸君がこれを聞いて守り、これに従って歩み、清い心でこれを行うならば、諸君は主が諸君に約束されたものを受けるであろう。しかし、もし諸君が聞いても悔い改めず、なお自分たちの罪に付け加えるならば、諸君は主からその正反対のものを受けるであろう。これらすべてをこのように書くよう、牧者、すなわち悔い改めの天使が私に命じた。