ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XXVI 譬え 9 第XXVI章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.9.26.1

1

Ἐκ δὲ τοῦ ὄρους τοῦ ἐνάτου τοῦ ἐρημώδους, τοῦ τὰ ἑρπετὰ καὶ θηρία ἐν αὐτῷ ἔχοντος τὰ διαφθείροντα τοὺς ἀνθρώπους, οἱ πιστεύσαντες τοιοῦτοί εἰσιν:

「人を滅ぼす這うものと獣とを内に持つ、荒れた第九の山から信じた者たちは、このような者である。」

Pastor Sim.9.26.2

2

οἱ μὲν τοὺς σπίλους ἔχοντες διάκονοί εἰσι κακῶς διακονήσαντες καὶ διαρπάσαντες χηρῶν καὶ ὀρφανῶν τὴν ζωὴν καὶ ἑαυτοῖς περιποιησάμενοι ἐκ τῆς διακονίας ἧς ἔλαβον διακονῆσαι: ἐὰν οὖν ἐπιμείνωσι τῇ αὐτῇ ἐπιθυμίᾳ, ἀπέθανον καὶ οὐδεμία αὐτοῖς ἐλπὶς ζωῆς: ἐὰν δὲ ἐπιστρέψωσι καὶ ἁγνῶς τελειώσωσι τὴν διακονίαν αὐτῶν, δυνήσονται ζῆσαι.

「染みのある者たちとは、悪く仕えた奉仕者たちであり、やもめと孤児の生活を奪い取り、自らが仕えるようにと受けた務めから私腹を肥やした者たちである。もし彼らが同じ欲望にとどまり続けるならば、彼らは死んでおり、彼らには生の望みは全くない。だがもし立ち返り、清く自らの務めを全うするならば、生きることができるであろう。」

Pastor Sim.9.26.3

3

οἱ δὲ ἐψωριακότες, οὗτοι οἱ ἀρνησάμενοί εἰσι καὶ μὴ ἐπιστρέψαντες ἐπὶ τὸν κύριον ἑαυτῶν, ἀλλὰ χερσωθέντες καὶ γενόμενοι ἐρημώδεις: μὴ κολλώμενοι τοῖς δούλοις τοῦ θεοῦ, ἀλλὰ μονάζοντες ἀπολλύουσι τὰς ἑαυτῶν ψυχάς.

「疥癬にかかった者たちとは、否んだ者たちであり、自らの主のもとに立ち返らず、荒れ地となり荒涼となった者たちである。神の僕たちに結びつくことなく、ひとり離れて自らの魂を滅ぼしている。」

Pastor Sim.9.26.4

4

ὡς γὰρ ἄμπελος ἐν φραγμῷ τινι καταλειφθεῖσα ἀμελείας τυγχάνουσα καταφθείρεται καὶ ὑπὸ τῶν βοτανῶν ἐρημοῦται καὶ τῷ χρόνῳ ἀγρία γίνεται, καὶ οὐκέτι εὔχρηστός ἐστι τῷ δεσπότῃ ἑαυτῆς, οὕτω καὶ οἱ τοιοῦτοι ἄνθρωποι ἑαυτοὺς ἀπεγνώκασι καὶ γίνονται ἄχρηστοι τῷ κυρίῳ ἑαυτῶν ἀγριωθέντες.

「垣根の中に残された葡萄の木が、放置されて損なわれ、雑草によって荒らされ、時を経て野生化し、もはや自らの主宰者に役立たなくなるのと同じように、このような人々も自らに絶望し、野生化して自らの主に対して役立たずとなる。」

Pastor Sim.9.26.5

5

τούτοις οὖν μετάνοια γίνεται, ἐὰν μὴ ἐκ καρδίας εὑρεθῶσιν ἠρνημένοι: ἐὰν δὲ ἐκ καρδίας εὑρεθῇ ἠρνημένος τις, οὐκ οἶδα, εἰ δύναται ζῆσαι.

「この者たちには、心から否んだのでないと見出されるならば、悔い改めが与えられる。だがもし誰かが心から否んだと見出されるならば、その者が生きることができるかどうか、私は知らない。」

Pastor Sim.9.26.6

6

καὶ τοῦτο οὐκ εἰς ταύτας τὰς ἡμέρας λέγω, ἵνα τις ἀρνησάμενος μετάνοιαν λάβῃ: ἀδύνατον γάρ ἐστι σωθῆναι τὸν μέλλοντα νῦν ἀρνεῖσθαι τὸν κύριον ἑαυτοῦ: ἀλλ’ ἐκείνοις τοῖς πάλαι ἠρνημένοις δοκεῖ κεῖσθαι μετάνοια. εἴ τις οὖν μέλλει μετανοεῖν, ταχινὸς γενέσθω πρὶν τὸν πύργον ἀποτελεσθῆναι: εἰ δὲ μή, ὑπὸ τῶν γυναικῶν καταφθαρήσεται εἰς θάνατον.

「そして私がこう言うのは、今の日々において、誰かが否んだ後に悔い改めを受けられるようにということではない。今から自らの主を否もうとする者が救われることは不可能だからである。むしろ、かつて否んだ者たちにこそ、悔い改めが残されていると思われるのである。だから、もし誰かが悔い改めようとするならば、塔が完成する前に急いでそうするがよい。そうしないならば、あの女たちによって死へと滅ぼされるであろう。」

Pastor Sim.9.26.7

7

καὶ οἱ κολοβοί, οὗτοι δόλιοί εἰσι καὶ κατάλαλοι: καὶ τὰ θηρία, ἃ εἶδες εἰς τὸ ὄρος, οὗτοί εἰσιν. ὥσπερ γὰρ τὰ θηρία διαφθείρει τῷ ἑαυτῶν ἰῷ τὸν ἄνθρωπον καὶ ἀπολλύει, οὕτω καὶ τῶν τοιούτων ἀνθρώπων τὰ ῥήματα διαφθείρει τὸν ἄνθρωπον καὶ ἀπολλύει.

「欠けた者たちとは、欺く者たちであり、陰口を言う者たちである。そして、お前が山で見たあの獣たちとは、この者たちのことである。獣が自らの毒によって人を損ない、滅ぼすのと同じように、このような人々の言葉もまた人を損ない、滅ぼすのである。」

Pastor Sim.9.26.8

8

οὗτοι οὖν κολοβοί εἰσιν ἀπὸ τῆς πίστεως αὐτῶν διὰ τὴν πρᾶξιν, ἣν ἔχουσιν ἐν ἑαυτοῖς: τινὲς δὲ μετενόησαν καὶ ἐσώθησαν. καὶ οἱ λοιποὶ οἱ τοιοῦτοι ὄντες δύνανται σωθῆναι, ἐὰν μετανοήσωσιν: ἐὰν δὲ μὴ μετανοήσωσιν, ἀπὸ τῶν γυναικῶν ἐκείνων, ὧν τὴν δύναμιν ἔχουσιν, ἀποθανοῦνται.

「この者たちは、自らのうちに持つ行いのゆえに、その信仰において欠けた者となっているのである。だが彼らのうちのある者たちは悔い改めて救われた。そして残りの、このような者たちも、悔い改めるならば救われることができる。だが悔い改めないならば、その力を持つあの女たちによって死ぬことになろう。」