ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.1, Caput I 幻 1 第I章

Hermas · Pastor · 9 sectiones

Pastor Vis.1.1.1

1

Ὁ θρέψας με πέπρακέν με Ῥόδῃ τινὶ εἰς Ῥώμην. μετὰ πολλὰ ἔτη ταύτην ἀνεγνωρισάμην καὶ ἠρξάμην αὐτὴν ἀγαπᾶν ὡς ἀδελφήν.

私を育てた者は、私をあるロデという女にローマで売った。多くの年を経て、私はこの女と再び相見えてそれと知り、姉妹として愛し始めた。

Pastor Vis.1.1.2

2

μετὰ χρόνον τινὰ λουομένην εἰς τὸν ποταμὸν τὸν Τίβεριν εἶδον καὶ ἐπέδωκα αὐτῇ τὴν χεῖρα καὶ ἐξήγαγον αὐτὴν ἐκ τοῦ ποταμοῦ. ταύτης οὖν ἰδὼν τὸ κάλλος διελογιζόμην ἐν τῇ καρδίᾳ μου λέγων: Μακάριος ἤμην, εἰ τοιαύτην γυναῖκα εἶχον καὶ τῷ κάλλει καὶ τῷ τρόπῳ. μόνον τοῦτο ἐβουλευσάμην, ἕτερον δὲ οὐδὲ ἕν.

しばらくして、私は彼女がティベリス川で水浴びしているのを見て、手を差し伸べ、彼女を川から引き上げた。彼女の美しさを見て、私は心の中でこう思い巡らして言った。「もし私がこのような女を、その美しさにおいても、その人柄においても、妻として持てたなら、私は幸いであろう。」私が思い計ったのはこのことだけであり、ほかには何一つなかった。

Pastor Vis.1.1.3

3

μετὰ χρόνον τινὰ πορευομένου μου εἰς Κώμας καὶ δοξάζοντος τὰς κτίσεις τοῦ θεοῦ, ὡς μεγάλαι καὶ ἐκπρεπεῖς καὶ δυναταί εἰσιν, περιπατῶν ἀφύπνωσα. καὶ πνεῦμά με ἔλαβεν καὶ ἀπήνεγκέ με δἰ ἀνοδίας τινός, δἰ ἧς ἄνθρωπος οὐκ ἐδύνατο ὁδεῦσαι: ἦν δὲ ὁ τόπος κρημνώδης καὶ ἀπερρηγὼς ἀπὸ τῶν ὑδάτων. διαβὰς οὖν τὸν ποταμὸν ἐκεῖνον ἦλθον εἰς τὰ ὁμαλὰ καὶ τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ ἐξομολογεῖσθαί μου τὰς ἁμαρτίας.

しばらくして、私がクマエへ向かう途中、神の被造物がいかに大きく、卓越し、力強いものであるかを讃えながら歩いていると、眠りに落ちた。すると霊が私を取り、道なきある所を通って私を運び去った。そこは人が通ることのできない所であった。その場所は険しい崖で、水によって裂き削られていた。そこで私はその川を渡り、平らな地に来て、膝をつき、主に祈り始め、自分の罪を告白し始めた。

Pastor Vis.1.1.4

4

προσευχομένου δέ μου ἠνοίγη ὁ οὐρανός, καὶ βλέπω τὴν γυναῖκα ἐκείνην, ἣν ἐπεθύμησα, ἀσπαζομένην με ἐκ τοῦ οὐρανοῦ, λέγουσαν: Ἑρμᾶ χαῖρε.

私が祈っていると天が開かれ、私が欲したあの女が天から私に挨拶しているのが見える。「ヘルマスよ、喜べ」と彼女は言う。

Pastor Vis.1.1.5

5

βλέψας δὲ εἰς αὐτὴν λέγω αὐτῇ: Κυρία, τί σὺ ὧδε ποιεῖς; ἡ δὲ ἀπεκρίθη μοι: Ἀνελήμφθην, ἵνα σοῦ τὰς ἁμαρτίας ἐλέγξω πρὸς τὸν κύριον.

彼女を見つめて、私は彼女に言う。「奥方よ、お前はここで何をしているのか。」彼女は私に答えた。「私は、お前の罪を主に対して告発するために、引き上げられたのだ。」

Pastor Vis.1.1.6

6

λέγω αὐτῇ: Νῦν σύ μου ἔλεγχος εἶ; Οὔ, φησίν, ἀλλὰ ἄκουσον τὰ ῥήματα, ἅ σοι μέλλω λέγειν. ὁ θεὸς ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν καὶ κτίσας ἐκ τοῦ μὴ ὄντος τὰ ὄντα καὶ πληθύνας καὶ αὐξήσας ἕνεκεν τῆς ἁγίας ἐκκλησίας αὐτοῦ ὀργίζεταί σοι, ὅτι ἥμαρτες εἰς ἐμέ.

私は彼女に言う。「今、お前が私への告発者なのか。」「いや」と彼女は言う。「そうではない。だが私がお前に言おうとしている言葉を聞け。天に住み、無から有を創り、その聖なる教会のために数を増やし成長させた神が、お前に対して怒っている。お前が私に対して罪を犯したからだ。」

Pastor Vis.1.1.7

7

ἀποκριθεὶς αὐτῇ λέγω: Εἰς σὲ ἥμαρτον; ποίῳ τόπῳ ἢ πότε σοι αἰσχρὸν ῥῆμα ἐλάλησα; οὐ πάντοτέ σε ὡς θεὰν ἡγησάμην; οὐ πάντοτέ σε ἐνετράπην ὡς ἀδελφήν; τί μου καταψεύδῃ, ὦ γύναι, τὰ πονηρὰ ταῦτα καὶ ἀκάθαρτα;

私は彼女に答えて言う。「私がお前に対して罪を犯したというのか。どの場所で、いつ、私はお前に恥ずべき言葉を語ったのか。私は常にお前を女神とみなしてきたのではないか。私は常にお前を姉妹として敬い畏れてきたのではないか。女よ、なぜお前は私についてこのような悪しき、汚れたことを偽って言うのか。」

Pastor Vis.1.1.8

8

γελάσασά μοι λέγει: Ἐπὶ τὴν καρδίαν σου ἀνέβη ἡ ἐπιθυμία τῆς πονηρίας. ἢ οὐ δοκεῖ σοι ἀνδρὶ δικαίῳ πονηρὸν πρᾶγμα εἶναι, ἐὰν ἀναβῇ αὐτοῦ ἐπὶ τὴν καρδίαν ἡ πονηρὰ ἐπιθυμία; ἁμαρτία γέ ἐστιν, καὶ μεγάλη, φησίν. ὁ γὰρ δίκαιος ἀνὴρ δίκαια βουλεύεται. ἐν τῷ οὖν δίκαια βουλεύεσθαι αὐτὸν κατορθοῦται ἡ δόξα αὐτοῦ ἐν τοῖς οὐρανοῖς καὶ εὐκατάλλακτον ἔχει τὸν κύριον ἐν παντὶ πράγματι αὐτοῦ: οἱ δὲ πονηρὰ βουλευόμενοι ἐν ταῖς καρδίαις αὐτῶν θάνατον καὶ αἰχμαλωτισμὸν ἑαυτοῖς ἐπισπῶνται, μάλιστα οἱ τὸν αἰῶνα τοῦτον περιποιούμενοι καὶ γαυριῶντες ἐν τῷ πλούτῳ αὐτῶν καὶ μὴ ἀντεχόμενοι τῶν ἀγαθῶν τῶν μελλόντων.

彼女は笑って私に言う。「悪の欲望がお前の心に上ったのだ。あるいは、正しい男にとって、もし悪しき欲望がその心に上るなら、それは悪しきことだとお前には思われないのか。それは罪である、しかも大きな罪だ」と彼女は言う。「正しい男は正しいことを思い計るのだから。そして、正しいことを思い計ることによって、彼の栄光は天において確かなものとなり、彼はあらゆる事において主を、たやすく宥められる方として持つ。だが心の中で悪しきことを思い計る者たちは、自らに死と虜囚とを引き寄せる。とりわけ、この世を得ようとし、自分たちの富に誇り、来たるべき善きものを固く保たない者たちがそうである。」

Pastor Vis.1.1.9

9

μετανοήσουσιν αἱ ψυχαὶ αὐτῶν, οἵτινες οὐκ ἔχουσιν ἐλπίδα, ἀλλὰ ἑαυτοὺς ἀπεγνώκασιν καὶ τὴν ζωὴν αὐτῶν. ἀλλὰ σὺ προσεύχου πρὸς τὸν θεόν, καὶ ἰάσεται τὰ ἁμαρτήματά σου καὶ ὅλου τοῦ οἴκου σου καὶ πάντων τῶν ἁγίων.

「彼らの魂は悔い改めるであろう。彼らは望みを持たず、自分自身とその命とに絶望した者たちである。だがお前は神に祈れ。そうすれば神は、お前の罪も、お前の家全体の罪も、すべての聖なる者たちの罪も、癒やすであろう。」