Pastor Vis.2.1.1
Πορευομένου μου εἰς Κώμας κατὰ τὸν καιρόν, ὃν καὶ πέρυσι, περιπατῶν ἀνεμνήσθην τῆς περυσινῆς ὁράσεως, καὶ πάλιν με αἵρει πνεῦμα καὶ ἀποφέρει εἰς τὸν αὐτὸν τόπον, ὅπου καὶ πέρυσι.
私が去年と同じ頃、クマエへ向かっていた時、歩きながら去年の幻を思い出していると、再び霊が私を取り上げ、去年と同じ場所へ運び去った。
Pastor Vis.2.1.2
ἐλθὼν οὖν εἰς τὸν τόπον τιθῶ τὰ γόνατα καὶ ἠρξάμην προσεύχεσθαι τῷ κυρίῳ καὶ δοξάζειν αὐτοῦ τὸ ὄνομα, ὅτι με ἄξιον ἡγήσατο καὶ ἐγνώρισέν μοι τὰς ἁμαρτίας μου τὰς πρότερον.
そこで私はその場所に着き、膝をつき、主に祈り始め、その御名を讃え始めた。主が私を相応しいと見なし、以前の私の罪を私に知らしめてくださったからである。
Pastor Vis.2.1.3
μετὰ δὲ τὸ ἐγερθῆναί με ἀπὸ τῆς προσευχῆς βλέπω ἀπέναντί μου τὴν πρεσβυτέραν, ἣν καὶ πέρυσιν ἑωράκειν, περιπατοῦσαν καὶ ἀναγινώσκουσαν βιβλαρίδιον, καὶ λέγει μοι: Δύνῃ ταῦτα τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀναγγεῖλαι; λέγω αὐτῇ: Κυρία, τοσαῦτα μνημονεῦσαι οὐ δύναμαι: δὸς δέ μοι τὸ βιβλίδιον, ἵνα μεταγράψωμαι αὐτό. Λάβε, φησίν, καὶ ἀποδώσεις μοι.
祈りから立ち上がった後、私は私の向かいに、去年見たあの老婦人が、歩きながら小さな書物を読んでいるのを見る。彼女は私に言う。「これらのことを、神の選ばれた者たちに告げ知らせることができるか。」私は彼女に言う。「奥方よ、これほど多くのことを記憶することはできません。この小さな書物を私にください。書き写すことができるように。」「取れ」と彼女は言う。
Pastor Vis.2.1.4
ἔλαβον ἐγώ, καὶ εἴς τινα τόπον τοῦ ἀγροῦ ἀναχωρήσας μετεγραψάμην πάντα πρὸς γράμμα: οὐχ ηὕρισκον γὰρ τὰς συλλαβάς. τελέσαντος οὖν τὰ γράμματα τοῦ βιβλιδίου ἐξαίφνης ἡρπάγη μου ἐκ τῆς χειρὸς τὸ βιβλίδιον: ὑπὸ τίνος δὲ οὐκ εἶδον.
「そして私に返すのだ。」私は受け取り、畑のある場所に退いて、すべてを一字ずつ書き写した。音節を見分けることができなかったからである。さて、小さな書物の文字を書き終えると、突然それが私の手から奪い去られた。しかし誰によるのか、私は見なかった。