ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.6, Caput I 戒め 6 第I章

Hermas · Pastor · 5 sectiones

Pastor Mand.6.1.1

1

Ἐνετειλάμην σοι, φησίν, ἐν τῇ πρώτῃ ἐντολῇ, ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν. Ναί, φημί, κύριε. Ἀλλὰ νῦν θέλω σοι, φησίν, δηλῶσαι καὶ τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τίς αὐτῶν τίνα δύναμιν ἔχει καὶ ἐνέργειαν: διπλαῖ γάρ εἰσιν αἱ ἐνέργειαι αὐτῶν. κεῖνται οὖν ἐπὶ δικαίῳ καὶ ἀδίκῳ:

「私はお前に、第一の戒めにおいて」と彼は言う、「信仰と畏れと節制を守るよう命じた」。「そのとおりです、主よ」と私は言う。「しかし今、私はお前に、それらの力をも明らかにしたいと思う」と彼は言う、「それぞれがどのような力と働きを持つのかを、お前が悟るために。それらの働きは二重だからである」。「それらは正しいものと不正なものとに関わっている。」

Pastor Mand.6.1.2

2

σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μὴ πιστεύσῃς: τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. ἀλλὰ σὺ τῇ ὀρθῇ ὁδῷ πορεύου καὶ ὁμαλῇ, τὴν δὲ στρεβλὴν ἔασον.

「それゆえ、お前は正しいものを信じ、不正なものを信じてはならない。正しいものはまっすぐな道を持ち、不正なものは曲がった道を持つからである。だが、お前はまっすぐで平らな道を歩み、曲がった道は捨てておけ」。

Pastor Mand.6.1.3

3

ἡ γὰρ στρεβλὴ ὁδὸς τρίβους οὐκ ἔχει, ἀλλ’ ἀνοδίας καὶ προσκόμματα πολλὰ καὶ τραχεῖά ἐστι καὶ ἀκανθώδης. βλαβερὰ οὖν ἐστι τοῖς ἐν αὐτῇ πορευομένοις.

「曲がった道には通り道がなく、道なきところと多くのつまずきがあり、荒れて茨に満ちている。それゆえ、その道を歩む者たちには害がある。」

Pastor Mand.6.1.4

4

οἱ δὲ τῇ ὀρθῇ ὁδῷ πορευόμενοι ὁμαλῶς περιπατοῦσι καὶ ἀπροσκόπως: οὔτε γὰρ τραχεῖά ἐστιν οὔτε ἀκανθώδης. βλέπεις οὖν, ὅτι συμφορώτερόν ἐστι ταύτῃ τῇ ὁδῷ πορεύεσθαι.

「しかし、まっすぐな道を歩む者たちは、平らに、つまずくことなく歩む。それは荒れてもおらず、茨もないからである」。「それゆえ、この道を歩む方がはるかに益であることが、お前にも分かるであろう」。

Pastor Mand.6.1.5

5

Ἀρέσκει μοι, φημί, κύριε, ταύτῃ τῇ ὁδῷ πορεύεσθαι. Πορεύσῃ, φησί, καὶ ὃς ἂν ἐξ ὅλης καρδίας ἐπιστρέψῃ πρὸς κύριον, πορεύσεται ἐν αὐτῇ.

「主よ」と私は言う、「私はこの道を歩むことを喜びます」。「お前は歩むであろう」と彼は言う、「そして心を尽くして主に立ち返る者は誰であれ、この道を歩むであろう」。