Pastor Sim.9.10.1
Κἀγὼ περιπατῶν μετ’ αὐτοῦ ἱλαρὸς ἤμην τοιαῦτα ἀγαθὰ βλέπων. λέγει δέ μοι ὁ ποιμήν: Ὕπαγε καὶ φέρε ἄσβεστον καὶ ὄστρακον λεπτόν, ἵνα τοὺς τύπους τῶν λίθων τῶν ἠρμένων καὶ εἰς τὴν οἰκοδομὴν βεβλημένων ἀναπληρώσω: δεῖ γὰρ τοῦ πύργου τὰ κύκλῳ πάντα ὁμαλὰ γενέσθαι.
私は彼と共に歩き、このように善きものを見て朗らかであった。すると牧者は私に言う、「行って石灰と細かい瓦片を持って来い。取り除かれて建物に投げ込まれた石の跡を埋めるためだ。塔の周り全体を平らにしなければならないからだ」。
Pastor Sim.9.10.2
καὶ ἐποίησα καθὼς ἐκέλευσε, καὶ ἤνεγκα πρὸς αὐτόν. Ὑπηρέτει μοι, φησί, καὶ ἐγγὺς τὸ ἔργον τελεσθήσεται. ἐπλήρωσεν οὖν τοὺς τύπους τῶν λίθων τῶν εἰς τὴν οἰκοδομὴν ἀπεληλυθότων καὶ ἐκέλευσε σαρωθῆναι τὰ κύκλῳ τοῦ πύργου καὶ καθαρὰ γενέσθαι:
私は彼が命じたとおりにし、それを彼のもとに持って行った。彼は言う、「私に仕えよ。そうすればほどなく仕事は仕上がるだろう」。そこで彼は、建物に入って行った石の跡を埋め、塔の周りを掃いて清めるように命じた。
Pastor Sim.9.10.3
αἱ δὲ παρθένοι λαβοῦσαι σάρους ἐσάρωσαν καὶ πάντα τὰ κόπρια ἦραν ἐκ τοῦ πύργου καὶ ἔρραναν ὕδωρ, καὶ ἐγένετο ὁ τόπος ἱλαρὸς καὶ εὐπρεπέστατος τοῦ πύργου.
乙女たちは箒を取って掃き、塔からすべての汚物を取り除いて水を撒いた。すると塔の場所は朗らかで、この上なく美しくなった。
Pastor Sim.9.10.4
λέγει μοι ὁ ποιμήν: Πάντα, φησί, κεκαθάρται: ἐὰν ἔλθη ὁ κύριος ἐπισκέψασθαι τὸν πύργον, οὐκ ἔχει ἡμῖν οὐδὲν μέμψασθαι. ταῦτα εἰπὼν ἤθελεν ὑπάγειν.
牧者は私に言う、「すべては清められた。もし主がこの塔を検分しに来られても、我々を責める点は何もない」。こう言い終えると彼は立ち去ろうとした。
Pastor Sim.9.10.5
ἐγὼ δὲ ἐπελαβόμην αὐτοῦ τῆς πήρας καὶ ἠρξάμην αὐτὸν ὁρκίζειν κατὰ τοῦ κυρίου, ἵνα μοι ἐπιλύσῃ, ἃ ἔδειξέ μοι. λέγει μοι. Μικρὸν ἔχω ἀκαιρεθῆναι καὶ πάντα σοι ἐπιλύσω: ἔκδεξαί με ὧδε, ἕως ἔρχομαι.
私は彼の袋をつかみ、主にかけて、彼が私に示したことを解き明かしてくれるようにと、彼に誓わせ始めた。彼は私に言う、「私は少しの間、席を外さねばならない。そのうえで、すべてをお前に解き明かそう。ここで私を待て、私が来るまで」。
Pastor Sim.9.10.6
λέγω αὐτῷ: Κύριε, μόνος ὢν ὧδε ἐγὼ τί ποιήσω; Οὐκ εἶ, φησί, μόνος: αἱ γὰρ παρθένοι αὗται μετὰ σοῦ εἰσί. Παράδος οὖν, φημί, αὐταῖς με. προσκαλεῖται αὐτὰς ὁ ποιμὴν καὶ λέγει αὐταῖς: Παρατίθεμαι ὑμῖν τοῦτον ἕως ἔρχομαι: καὶ ἀπῆλθεν.
「主よ、ここで一人でいる私は、何をすればよいのでしょうか」と私は言った。「お前は一人ではない。この乙女たちがお前と共にいるからだ」と彼は言う。「それでは、私を彼女たちに委ねてください」と私は言った。牧者は彼女たちを呼び寄せて言う、「私が戻るまで、この者を諸君に預ける」。そして立ち去った。
Pastor Sim.9.10.7
ἐγὼ δὲ ἤμην μόνος μετὰ τῶν παρθένων: ἦσαν δὲ ἱλαρώτεραι καὶ πρὸς ἐμὲ εὖ εἶχον: μάλιστα δὲ αἱ τέσσαρες αἱ ἐνδοξότεραι αὐτῶν.
私は乙女たちと共に一人残された。彼女たちは一層朗らかで、私に好意を示した。ことに、彼女たちのうちでもっとも栄えある四人がそうであった。