ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput XI 譬え 8 第XI章

Hermas · Pastor · 5 sectiones

Pastor Sim.8.11.1

1

Καὶ μετὰ τὸ συντελέσαι αὐτὸν τὰς ἐπιλύσεις πασῶν τῶν ῥάβδων λέγει μοι: Ὕπαγε καὶ πᾶσιν λέγε, ἵνα μετανοήσωσιν, καὶ ζήσωνται τῷ θεῷ: ὅτι ὁ κύριος ἔπεμψέ με σπλαγχνισθεὶς πᾶσι δοῦναι τὴν μετάνοιαν, καίπερ τινῶν μὴ ὄντων ἀξίων διὰ τὰ ἔργα αὐτῶν: ἀλλὰ μακρόθυμος ὢν ὁ κύριος θέλει τὴν κλῆσιν τὴν γενομένην διὰ τοῦ υἱοῦ αὐτοῦ σώζεσθαι.

そして彼はすべての枝についての解き明かしを終えると、私に言う。「行って皆に告げよ、悔い改めて神に生きるように、と。主は憐れみをもって、すべての者に悔い改めを与えるために私を遣わされたからである。彼らの行いのゆえに値しない者たちがいるとしても。しかし主は寛容な方であり、その子によってなされた召しが救われることを望んでおられる。」

Pastor Sim.8.11.2

2

λέγω αὐτῷ: Κύριε, ἐλπίζω, ὅτι πάντες ἀκούσαντες αὐτὰ μετανοήσουσι: πείθομαι γάρ, ὅτι εἷς ἕκαστος τὰ ἴδια ἔργα ἐπιγνοὺς καὶ φοβηθεὶς τὸν θεὸν μετανοήσει.

私は彼に言う。「主よ、私は望みます、すべての者がこれを聞いて悔い改めることを。私は確信しているのです、おのおのが自分自身の行いを知り、神を畏れて悔い改めるであろうことを。」

Pastor Sim.8.11.3

3

ἀποκριθείς μοι λέγει: Ὅσοι, φησίν, ἐξ ὅλης καρδίας αὐτῶν μετανοήσωσι καὶ καθαρίσωσιν ἑαυτοὺς ἀπὸ τῶν πονηριῶν αὐτῶν τῶν προειρημένων καὶ μηκέτι μηδὲν προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν, λήψονται ἴασιν παρὰ τοῦ κυρίου τῶν προτέρων ἁμαρτιῶν, ἐὰν μὴ διψυχήσωσιν ἐπὶ ταῖς ἐντολαῖς ταύταις, καὶ ζήσονται τῷ θεῷ. ὅσοι δέ, φησίν, προσθῶσι ταῖς ἁμαρτίαις αὐτῶν καὶ πορευθῶσιν ἐν ταῖς ἐπιθυμίαις τοῦ αἰῶνος τούτου, θανάτῳ ἑαυτοὺς κατακρινοῦσιν.

彼は私に答えて言う。「すべて心を尽くして悔い改め、先に述べた自分たちの悪から自らを清め、もはや自分たちの罪に何も加えない者たち、彼らはこれらの戒めについて二心を抱かない限り、主から以前の罪の癒しを受け、神に生きるであろう」と彼は言う。「しかし自分たちの罪に加え続け、この世の欲望のうちを歩む者たちは、死をもって自らを罪に定めるであろう」と彼は言う。

Pastor Sim.8.11.4

4

σὺ δὲ πορεύου ἐν ταῖς ἐντολαῖς μου, καὶ ζήσῃ τῷ θεῷ: καὶ ὅσοι ἂν πορευθῶσιν ἐν αὐταῖς καὶ ἐργάσωνται ὀρθῶς, ζήσονται τῷ θεῷ.

「だがお前は私の戒めのうちを歩み、神に生きるがよい。そしてこれらのうちを歩み、正しく行う者たちは皆、神に生きるであろう。」

Pastor Sim.8.11.5

5

ταῦτά μοι δείξας καὶ λαλήσας πάντα λέγει μοι: Τὰ δὲ λοιπὰ ἐπιδείξω μετ’ ὀλίγας ἡμέρας.

彼は私にこれらすべてを示し語り終えると、私に言う。「残りのことは数日後に示そう。」