Pastor Mand.11.1.1
Ἔδειξέ μοι ἐπὶ συμψελλίου καθημένους ἀνθρώπους καὶ ἕτερον ἄνθρωπον καθήμενον ἐπὶ καθέδραν, καὶ λέγει μοι: Βλέπεις τοὺς ἐπὶ τοῦ συμψελλίου καθημένους; Βλέπω, φημί, κύριε. Οὗτοι, φησί, πιστοί εἰσι, καὶ ὁ καθήμενος ἐπὶ τὴν καθέδραν ψευδοπροφήτης ἐστίν, ὃς ἀπόλλυσι τὴν διάνοιαν τῶν δούλων τοῦ θεοῦ: τῶν διψύχων δὲ ἀπόλλυσιν, οὐ τῶν πιστῶν.
彼は腰掛けに座っている人々と、座に座っているもう一人の人を私に示して、私に言う。「腰掛けに座っている者たちが見えるか」。「見えます、主よ」と私は言う。「この者たちは信仰ある者たちである」と彼は言う。「そして座に座っている者は偽預言者であり、神の僕たちの思いを滅ぼす者である。ただし二心の者たちを滅ぼすのであって、信仰ある者たちを滅ぼすのではない」。
Pastor Mand.11.1.2
οὗτοι οὖν οἱ δίψυχοι ὡς ἐπὶ μάντιν ἔρχονται καὶ ἐπερωτῶσιν αὐτόν, τί ἄρα ἔσται αὐτοῖς: κἀκεῖνος ὁ ψευδοπροφήτης, μηδεμίαν ἔχων ἐν ἑαυτῷ δύναμιν πνεύματος θείου, λαλεῖ μετ’ αὐτῶν κατὰ τὰ ἐπερωτήματα αὐτῶν καὶ κατὰ τὰς ἐπιθυμίας τῆς πονηρίας αὐτῶν καὶ πληροῖ τὰς ψυχὰς αὐτῶν, καθὼς αὐτοὶ βούλονται.
「この二心の者たちは占い師のところに行くように彼のもとに来て、自分たちにいったい何が起こるのかと尋ねる。すると彼、偽預言者は、自分の内に神的な霊の力を少しも持たないのに、彼らの問いに応じ、彼らの悪しき欲望に応じて語り、彼らが望むとおりに彼らの魂を満たすのである」。
Pastor Mand.11.1.3
αὐτὸς γὰρ κενὸς ὢν κενὰ καὶ ἀποκρίνεται κενοῖς: ὃ γὰρ ἐὰν ἐπερωτηθῇ, πρὸς τὸ κένωμα τοῦ ἀνθρώπου ἀποκρίνεται. τινὰ δὲ καὶ ῥήματα ἀληθῆ λαλεῖ: ὁ γὰρ διάβολος πληροῖ αὐτὸν τῷ αὐτοῦ πνεύματι, εἴ τινα δυνήσεται ῥῆξαι τῶν δικαίων.
「彼自身が空であるから、空しいことを空しい者たちに答えるのである。何かを尋ねられると、その人の空虚に応じて答えるのである。だが幾つかの真なる言葉も語る。それは悪魔が、正しい者たちの誰かを打ち砕くことができればと、彼を自分の霊で満たすからである」。
Pastor Mand.11.1.4
ὅσοι οὖν ἰσχυροί εἰσιν ἐν τῇ πίστει τοῦ κυρίου, ἐνδεδυμένοι τὴν ἀλήθειαν, τοῖς τοιούτοις πνεύμασιν οὐ κολλῶνται, ἀλλ’ ἀπέχονται ἀπ’ αὐτῶν: ὅσοι δὲ δίψυχοί εἰσι καὶ πυκνῶς μετανοοῦσι, μαντεύονται ὡς καὶ τὰ ἔθνη καὶ ἑαυτοῖς μείζονα ἁμαρτίαν ἐπιφέρουσιν εἰδωλολατροῦντες: ὁ γὰρ ἐπερωτῶν ψευδοπροφήτην περὶ πράξεώς τινος εἰδωλολάτρης ἐστὶ καὶ κενὸς ἀπὸ τῆς ἀληθείας καὶ ἄφρων.
「だから主への信仰において強く、真理を身にまとっている者たちは、このような霊どもに結びつかず、これらから離れている。しかし二心の者たちであって、しばしば悔い改める者たちは、異邦人のように占いを求め、偶像礼拝をすることによって自分自身により大きな罪を負わせる。何かの行いについて偽預言者に尋ねる者は、偶像礼拝者であり、真理から空しく、愚かな者だからである」。
Pastor Mand.11.1.5
πᾶν γὰρ πνεῦμα ἀπὸ θεοῦ δοθὲν οὐκ ἐπερωτᾶται, ἀλλὰ ἔχον τὴν δύναμιν τῆς θεότητος ἀφ̓ ἑαυτοῦ λαλεῖ πάντα, ὅτι ἄνωθέν ἐστιν ἀπὸ τῆς δυνάμεως τοῦ θείου πνεύματος.
「神から与えられたどんな霊も、尋ねられることはなく、神性の力を持って自ら進んですべてを語る。それは上から、神的な霊の力から来ているからである」。
Pastor Mand.11.1.6
τὸ δὲ πνεῦμα τὸ ἐπερωτώμενον καὶ λαλοῦν κατὰ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐπίγειόν ἐστι καὶ ἐλαφρόν, δύναμιν μὴ ἔχον: καὶ ὅλως οὐ λαλεῖ, ἐὰν μὴ ἐπερωτηθῇ.
「しかし尋ねられて、人々の欲望に応じて語る霊は、地上のものであり、軽薄なものであって、力を持たない。そして尋ねられなければ、全く語らない」。
Pastor Mand.11.1.7
Πῶς οὖν, φημί, κύριε, ἄνθρωπος γνώσεται, τίς αὐτῶν προφήτης καὶ τίς ψευδοπροφήτης ἐστίν; Ἄκουε, φησί, περὶ ἀμφοτέρων τῶν προφητῶν: καὶ ὥς σοι μέλλω λέγειν, οὕτω δοκιμάσεις τὸν προφήτην καὶ τὸν ψευδοπροφήτην. ἀπὸ τῆς ζωῆς δοκίμαζε τὸν ἄνθρωπον τὸν ἔχοντα τὸ πνεῦμα τὸ θεῖον.
「では主よ、人はどのようにして、彼らのうち誰が預言者であり、誰が偽預言者であるかを知るのですか」と私は言う。「両方の預言者について聞け」と彼は言う。「私がお前に語ろうとすることに従って、お前は預言者と偽預言者とを見分けるであろう。神的な霊を持つ人を、その生き方によって見分けよ」。
Pastor Mand.11.1.8
πρῶτον μὲν ὁ ἔχων τὸ πνεῦμα τὸ ἄνωθεν πραΰς ἐστι καὶ ἡσύχιος και ταπεινόφρων καὶ ἀπεχόμενος ἀπὸ πάσης πονηρίας καὶ ἐπιθυμίας ματαίας τοῦ αἰῶνος τούτου καὶ ἑαυτὸν ἐνδεέστερον ποιεῖ πάντων τῶν ἀνθρώπων καὶ οὐδενὶ οὐδὲν ἀποκρίνεται ἐπερωτώμενος, οὐδὲ καταμόνας λαλεῖ, οὐδὲ ὅταν θέλῃ ἄνθρωπος λαλεῖν, λαλεῖ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τότε λαλεῖ, ὅταν θελήσῃ αὐτὸν ὁ θεὸς λαλῆσαι.
「まず第一に、上からの霊を持つ者は柔和で穏やかで謙遜であり、あらゆる悪とこの世の空しい欲望から離れており、自分自身をすべての人よりも乏しい者とし、尋ねられても誰にも何も答えず、独りきりで語ることもなく、人が語ることを望むときに聖なる霊が語るのでもなく、神がその人に語らせようと望むときにこそ語るのである」。
Pastor Mand.11.1.9
ὅταν οὖν ἔλθῃ ὁ ἄνθρωπος ὁ ἔχων τὸ πνεῦμα τὸ θεῖον εἰς συναγωγὴν ἀνδρῶν δικαίων τῶν ἐχόντων πίστιν θείου πνεύματος καὶ ἔντευξις γένηται πρὸς τὸν θεὸν τῆς συναγωγῆς τῶν ἀνδρῶν ἐκείνων, τότε ὁ ἄγγελος τοῦ προφητικοῦ πνεύματος ὁ κείμενος πρὸς αὐτὸν πληροῖ τὸν ἄνθρωπον, καὶ πληρωθεὶς ὁ ἄνθρωπος τῷ πνεύματι τῷ ἁγίῳ λαλεῖ εἰς τὸ πλῆθος, καθὼς ὁ κύριος βούλεται.
「神的な霊を持つ人が、神的な霊への信仰を持つ正しい人々の集まりに来て、その人々の集まりから神への祈願がなされるとき、彼のもとに置かれている預言の霊の天使がその人を満たし、聖なる霊で満たされたその人は、主が望むとおりに群衆に向かって語るのである」。
Pastor Mand.11.1.10
οὕτως οὖν φανερὸν ἔσται τὸ πνεῦμα τῆς θεότητος. ὅση οὖν περὶ τοῦ πνεύματος τῆς θεότητος τοῦ κυρίου ἡ δύναμις αὕτη.
「このようにして神性の霊は明らかになるのである。主の神性の霊についてのこの力はこれほどのものである。」
Pastor Mand.11.1.11
ἄκουε νῦν, φησί, περὶ τοῦ πνεύματος τοῦ ἐπιγείου καὶ κενοῦ καὶ δύναμιν μὴ ἔχοντος, ἀλλὰ ὄντος μωροῦ.
「さて今度は、地上の空しい霊、力を持たず、愚かなものである霊について聞け」と彼は言う。
Pastor Mand.11.1.12
πρῶτον μὲν ὁ ἄνθρωπος ἐκεῖνος ὁ δοκῶν πνεῦμα ἔχειν ὑψοῖ ἑαυτὸν καὶ θέλει πρωτοκαθεδρίαν ἔχειν, καὶ εὐθὺς ἰταμός ἐστι καὶ ἀναιδὴς καὶ πολύλαλος καὶ ἐν τρυφαῖς πολλαῖς ἀναστρεφόμενος καὶ ἐν ἑτέραις πολλαῖς ἀπάταις καὶ μισθοὺς λαμβάνων τῆς προφητείας αὐτοῦ: ἐὰν δὲ μὴ λάβῃ, οὐ προφητεύει. δύναται οὖν πνεῦμα θεῖον μισθοὺς λαμβάνειν καὶ προφητεύειν; οὐκ ἐνδέχεται τοῦτο ποιεῖν θεοῦ προφήτην, ἀλλὰ τῶν τοιούτων προφητῶν ἐπίγειόν ἐστι τὸ πνεῦμα.
「まず第一に、霊を持っていると思い込んでいるその人は自分を高くし、上席を持ちたがり、たちまち図々しく、恥知らずで、多弁になり、多くの贅沢のうちに、また他の多くの欺きのうちに立ち回り、自分の預言について報酬を受け取る。もし受け取らなければ、預言しない」。「では神的な霊が報酬を受け取って預言することがありうるだろうか。神の預言者がこれを行うことはありえない。むしろこのような預言者たちの霊は地上のものである」。
Pastor Mand.11.1.13
εἶτα ὅλως εἰς συναγωγὴν ἀνδρῶν δικαίων οὐκ ἐγγίζει, ἀλλ’ ἀποφεύγει αὐτούς: κολλᾶται δὲ τοῖς διψύχοις καὶ κενοῖς καὶ κατὰ γωνίαν αὐτοῖς προφητεύει καὶ ἀπατᾷ αὐτοὺς λαλῶν κατὰ τὰς ἐπιθυμίας αὐτῶν πάντα κενῶς: κενοῖς γὰρ καὶ ἀποκρίνεται: τὸ γὰρ κενὸν σκεῦος μετὰ τῶν κενῶν συντιθέμενον οὐ θραύεται, ἀλλὰ συμφωνοῦσιν ἀλλήλοις.
「そしてまた、正しい人々の集まりには全く近づかず、これを避ける。むしろ二心の者たちと空しい者たちに結びつき、片隅で彼らに預言し、彼らの欲望に応じてすべてを空しく語ることで彼らを欺く。空しい者たちに答えるからである。空の器は空の器と並べ置かれても割れることなく、互いに調和するのである」。
Pastor Mand.11.1.14
ὅταν δὲ ἔλθῃ εἰς συναγωγὴν πλήρη ἀνδρῶν δικαίων ἐχόντων πνεῦμα θεότητος καὶ ἔντευξις ἀπ’ αὐτῶν γένηται, κενοῦται ὁ ἄνθρωπος ἐκεῖνος, καὶ τὸ πνεῦμα τὸ ἐπίγειον ἀπὸ τοῦ φόβου φεύγει ἀπ’ αὐτοῦ, καὶ κωφοῦται ὁ ἄνθρωπος ἐκεῖνος καὶ ὅλως συνθραύεται, μηδὲν δυνάμενος λαλῆσαι.
「しかし神性の霊を持つ正しい人々で満ちた集まりに来て、彼らから祈願がなされるとき、その人は空しくなり、地上の霊は恐れによって彼から逃げ去り、その人は物言わぬ者となり、全く打ち砕かれて、何も語ることができなくなるのである」。
Pastor Mand.11.1.15
ἐὰν γὰρ εἰς ἀποθήκην στιβάσῃς οἶνον ἢ ἔλαιον καὶ ἐν αὐτοῖς θῇς κεράμιον κενόν, καὶ πάλιν ἀποστιβάσαι θελήσῃς τὴν ἀποθήκην, τὸ κεράμιον ἐκεῖνο, ὃ ἔθηκας κενόν, κενὸν καὶ εὑρήσεις: οὕτω καὶ οἱ προφῆται οἱ κενοὶ ὅταν ἔλθωσιν εἰς πνεύματα δικαίων, ὁποῖοι ἦλθον, τοιοῦτοι καὶ εὑρίσκονται.
「もしお前が倉にぶどう酒や油を積み重ねて置き、その中に空の壺を一つ置いておき、そして再び倉から取り出そうとするならば、お前が空のまま置いたその壺を、空のまま見出すであろう。同じように、空しい預言者たちも、正しい人々の霊のもとに来るとき、来たときのままの姿で見出されるのである」。
Pastor Mand.11.1.16
ἔχεις ἀμφοτέρων τῶν προφητῶν τὴν ζωήν. δοκίμαζε οὖν ἀπὸ τῶν ἔργων καὶ τῆς ζωῆς τὸν ἄνθρωπον τὸν λέγοντα ἑαυτὸν πνευματοφόρον εἶναι.
「お前は両方の預言者の生き方を知った。だから、自分を霊を負う者だと言う人を、その行いと生き方によって見分けよ」。
Pastor Mand.11.1.17
σὺ δὲ πίστευε τῷ πνεύματι τῷ ἐρχομένῳ ἀπὸ τοῦ θεοῦ καὶ ἔχοντι δύναμιν: τῷ δὲ πνεύματι τῷ ἐπιγείῳ καὶ κενῷ μηδὲν πίστευε, ὅτι ἐν αὐτῷ δύναμις οὐκ ἔστιν: ἀπὸ τοῦ διαβόλου γὰρ ἔρχεται.
「お前は、神から来て力を持つ霊を信じよ。しかし地上の空しい霊は少しも信じるな。それには力がなく、悪魔から来るものだからである」。
Pastor Mand.11.1.18
ἄκουσον οὖν τὴν παραβολήν, ἣν μέλλω σοι λέγειν: λάβε λίθον καὶ βάλε εἰς τὸν οὐρανόν, ἴδε, εἰ δύνασαι ἅψασθαι αὐτοῦ: ἢ πάλιν λάβε σίφωνα ὕδατος καὶ σιφώνισον εἰς τὸν οὐρανόν, ἴδε, εἰ δύνασαι τρυπῆσαι τὸν οὐρανόν.
「では私がお前に語ろうとしている譬えを聞け。石を取って天に投げ、天に触れることができるかどうか見よ。あるいはまた水を吹く管を取って天に向けて吹き出し、天を穿つことができるかどうか見よ」。
Pastor Mand.11.1.19
Πῶς, φημί, κύριε, δύναται ταῦτα γενέσθαι; ἀδύνατα γὰρ ἀμφότερα ταῦτα εἴρηκας. Ὡς ταῦτα οὖν, φησίν, ἀδύνατά ἐστιν, οὕτω καὶ τὰ πνεύματα τὰ ἐπίγεια ἀδύνατά ἐστι καὶ ἀδρανῆ.
「主よ、これらのことがどうして起こりえましょうか」と私は言う。「これら両方とも不可能なことを言われたのですから」。「これらのことが不可能であるように」と彼は言う、「地上の霊どももまた不可能で無力なのである。」
Pastor Mand.11.1.20
λάβε οὖν τὴν δύναμιν τὴν ἄνωθεν ἐρχομένην: ἡ χάλαζα ἐλάχιστόν ἐστι κοκκάριον, καὶ ὅταν ἐπιπέσῃ ἐπὶ κεφαλὴν ἀνθρώπου, πῶς πόνον παρέχει; ἢ πάλιν λάβε σταγόνα, ἣ ἀπὸ τοῦ κεράμου πίπτει χαμαὶ καὶ τρυπᾷ τὸν λίθον.
「では上から来る力を見よ。雹はごく小さな粒であるが、人の頭に落ちるとき、どれほどの痛みを与えることか」。「あるいはまた、屋根瓦から地に落ちて石を穿つ滴を見よ。」
Pastor Mand.11.1.21
βλέπεις οὖν, ὅτι τὰ ἄνωθεν ἐλάχιστα πίπτοντα ἐπὶ τὴν γῆν μεγάλην δύναμιν ἔχει: οὕτω καὶ τὸ πνεῦμα τὸ θεῖον ἄνωθεν ἐρχόμενον δυνατόν ἐστι: τούτῳ οὖν τῷ πνεύματι πίστευε, ἀπὸ δὲ τοῦ ἑτέρου ἀπέχου.
「上から落ちるごく小さなものが地の上で大きな力を持つことが分かるだろう。同じように、上から来る神的な霊も力あるものなのである。だからこの霊を信じよ。もう一方の霊からは離れよ」。