ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.8, Caput III 譬え 8 第III章

Hermas · Pastor · 8 sectiones

Pastor Sim.8.3.1

1

Λέγω αὐτῷ: Κύριε, τὸ δένδρον τοῦτο γνώρισόν μοι τί ἐστιν: ἀποροῦμαι γὰρ περὶ αὐτοῦ, ὅτι τοσούτων κλάδων κοπέντων ὑγιές ἐστι τὸ δένδρον καὶ οὐδὲν φαίνεται κεκομμένον ἀπ’ αὐτοῦ: ἐν τούτῳ οὖν ἀποροῦμαι.

私は彼に言う。「主よ、この木が何であるかを私に知らせてください。私はそれについて困惑しているのです。これほど多くの枝が切り取られたのに、木は健やかで、そこから何も切り取られたようには見えないからです。このことで私は困惑しているのです」。

Pastor Sim.8.3.2

2

Ἄκουε, φησί: τὸ δένδρον τοῦτο τὸ μέγα τὸ σκεπάζον πεδία καὶ ὄρη καὶ πᾶσαν τὴν γῆν νόμος θεοῦ ἐστιν ὁ δοθεὶς εἰς ὅλοι τὸν κόσμον: ὁ δὲ νόμος οὗτος υἱὸς θεοῦ ἐστ κηρυχθεὶς εἰς τὰ πέρατα τῆς γῆς: οἱ δὲ ὑπὸ τὴν σκέπην λαοὶ ὄντες οἱ ἀκούσαντες τοῦ κηρύγματο καὶ πιστεύσαντες εἰς αὐτόν:

「聞け」と彼は言う、「野と山と全地を覆うこの大きな木は、全世界に与えられた神の法である。この法とは、地の果てにまで宣べ伝えられた神の子である。その覆いのもとにいる民とは、その宣教を聞いて彼を信じた者たちである。」

Pastor Sim.8.3.3

3

ὁ δὲ ἄγγελος ο μέγας καὶ ἔνδοξος Μιχαὴλ ὁ ἔχων τὴν ἐξουσίαν τούτου τοῦ λαοῦ καὶ διακυβερνῶν αὐτούς: οὗτος γάρ ἐστιν ὁ διδοὺς αὐτοῖς τὸν νόμον εἰς τὰς καρδίας τῶν πιστευόντων: ἐπισκέπτεται οὖν αὐτούς, οἷς ἔδωκεν, εἰ ἄρα τετηρήκασιν αὐτόν.

「大いなる栄えある天使ミカエルは、この民に対する権能を持ち、彼らを統べ治めている。彼こそは、信じる者たちの心にこの法を与える者である。それゆえ彼は、法を与えた者たちを訪れ、はたして彼らがそれを守ったかどうかを見るのだ」。

Pastor Sim.8.3.4

4

βλέπεις δὲ ἑνὸς ἑκάστου τὰς ῥάβδους: αἱ γὰρ ῥάβδοι ὁ νόμος ἐστί. βλέπεις οὖν πολλὰς ῥάβδους ἠχρειωμένας, γνώσῃ δὲ αὐτοὺς πάντας τοὺς μὴ τηρήσαντας τὸν νόμον: καὶ ὄψει ἑνὸς ἑκάστου τὴν κατοικίαν.

「お前は、各人の枝を見ている。その枝こそが法だからである。だからお前は、多くの枝が役に立たなくなっているのを見ている。それによってお前は、法を守らなかった者たちすべてを知るであろう。そして各人の住まいを見るであろう」。

Pastor Sim.8.3.5

5

λέγω αὐτῷ: Κύριε, διατί οὓς μὲν ἀπέλυσεν εἰς τὸν πύργον, οὓς δὲ σοὶ κατέλειψεν; Ὅσοι, φησί, παρέβησαν τὸν νόμον, ὃν ἔλαβον παῤ αὐτοῦ, εἰς τὴν ἐμὴν ἐξουσίαν κατέλιπεν αὐτοὺς εἰς μετάνοιαν: ὅσοι δὲ ἤδη εὐηρέστησαν τῷ νόμῳ καὶ τετηρήκασιν αὐτόν, ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἔχει αὐτούς.

私は彼に言う。「主よ、なぜある者たちは塔へと送り出され、ある者たちはお前のもとに残されたのですか」。「彼から受けた法に背いた者たちは」と彼は言う、「悔い改めのために私の権能のもとに残されたのだ。すでに法によく従い、それを守った者たちは、彼が自分自身の権能のもとに留めている」。

Pastor Sim.8.3.6

6

Τίνες οὖν, φημί, κύριε, εἰσὶν οἱ ἐστεφανωμένοι καὶ εἰς τὸν πύργον ὑπάγοντες; Ὅσοι, φησίν, ἀντεπάλαισαν τῷ διαβόλῳ καὶ ἐνίκησαν αὐτόν, ἐστεφανωμένοι εἰσίν: οὗτοί εἰσιν οἱ ὑπὲρ τοῦ νόμου παθόντες:

「それでは主よ」と私は言う、「冠をかぶって塔へ行った者たちとは誰なのですか」。「悪魔と戦って彼に打ち勝った者たちが」と彼は言う、「冠をかぶった者たちである。これらの者は法のために苦しみを受けた者たちである。」

Pastor Sim.8.3.7

7

οἱ δὲ ἕτεροι καὶ αὐτοὶ χλωρὰς τὰς ῥάβδους ἐπιδεδωκότες καὶ παραφυάδας ἐχούσας, καρπὸν δὲ μὴ ἐχούσας οἱ ὑπὲρ τοῦ νόμου θλιβέντες, μὴ παθόντες δὲ μηδὲ ἀρνησάμενοι τὸν νόμον αὐτῶν.

「また別の者たち、すなわち彼らもまた青くて若枝はあるが実のない枝を渡した者たちは、法のために苦難に遭いはしたが、苦しみを受けるまでには至らず、自分たちの法を否むこともなかった者たちである」。

Pastor Sim.8.3.8

8

οἱ δὲ χλωρὰς ἐπιδεδωκότες, οἵας ἔλαβον, σεμνοὶ καὶ δίκαιοι καὶ λίαν πορευθέντες ἐν καθαρᾷ καρδίᾳ καὶ τὰς ἐντολὰς κυρίου πεφυλακότες. τὰ δὲ λοιπὰ γνώσῃ, ὅταν κατανοήσω τὰς ῥάβδους ταύτας τὰς πεφυτευμένας καὶ πεποτισμένας.

「受け取ったときのままに青い枝を渡した者たちは、尊く正しい者たちであり、清い心をもって大いに歩み、主の戒めを守った者たちである。残りのことは、私がこの植えられ水を注がれた枝をつぶさに見るときに、お前は知るであろう」。