Pastor Mand.10.2.1
Ἄκουε οὖν, φησίν, ἀνόητε, πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα τὸ ἅγιον καὶ πάλιν σώζει:
「では聞け、愚かな者よ」と彼は言う。「悲しみがどのようにして聖なる霊を擦り減らし、またどのようにして救うのかを。」
Pastor Mand.10.2.2
ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξίν τινα καὶ ταύτης ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη αὕτη εἰσπορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐκτρίβει αὐτό.
「二心の者が何らかの行いを企てて、その二心のゆえにこれに失敗するとき、この悲しみが人の内に入り込み、聖なる霊を悲しませ、これを擦り減らすのである」。
Pastor Mand.10.2.3
εἶτα πάλιν ἡ ὀξυχολία ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πράγματός τινος, καὶ λίαν πικρανθῇ, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τοῦ ὀξυχολήσαντος, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ ᾗ ἔπραξε καὶ μετανοεῖ, ὅτι πονηρὸν εἰργάσατο.
「また次に、短気が何かのことで人に取りつき、その人がひどく苦々しくなるとき、悲しみは再び短気を起こした人の心に入り込み、彼は自分がなした行いについて悲しみ、悪しきことをなしたことを悔い改める」。
Pastor Mand.10.2.4
αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι τὸ πονηρὸν πράξας μετενόησεν. ἀμφότεραι οὖν αἱ πράξεις λυποῦσι τὸ πνεῦμα: ἡ μὲν διψυχία, ὅτι οὐκ ἐπέτυχε τῆς πράξεως αὐτῆς, ἡ δὲ ὀξυχολία λυπεῖ τὸ πνεῦμα, ὅτι ἔπραξε τὸ πονηρόν. ἀμφότερα οὖν λυπηρά ἐστι τῷ πνεύματι τῷ ἁγίῳ, ἡ διψυχία καὶ ἡ ὀξυχολία.
「そこでこの悲しみは、悪しきことをなした者が悔い改めたのだから、救いを持つように見える。だから両方の行いは霊を悲しませる。すなわち二心はその行いを成し遂げなかったがゆえに、また短気は悪しきことをなしたがゆえに霊を悲しませるのである」。「だから二心と短気の両方は、聖なる霊にとって悲しみとなるものである。」
Pastor Mand.10.2.5
ἆρον οὖν ἀπὸ σεαυτοῦ τὴν λύπην καὶ μὴ θλῖβε τὸ πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μήποτε ἐντεύξηται τῷ θεῷ καὶ ἀποστῇ ἀπὸ σοῦ.
「だから悲しみをお前自身から取り去り、お前の内に住まう聖なる霊を圧するな。それが神に訴え、お前から離れ去ることのないように。」
Pastor Mand.10.2.6
τὸ γὰρ πνεῦμα τοῦ θεοῦ τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην λύπην οὐχ ὑποφέρει οὐδὲ στενοχωρίαν.
「この肉に与えられた神の霊は、悲しみにも窮屈さにも耐えられないからである」。