ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput XII 幻 3 第XII章

Hermas · Pastor · 3 sectiones

Pastor Vis.3.12.1

1

Τῇ δὲ δευτέρᾳ ὁράσει εἶδες αὐτὴν ἑστηκυῖαν καὶ τὴν ὄψιν νεωτέραν ἔχουσαν καὶ ἱλαρωτέραν παρὰ τὸ πρότερον, τὴν δὲ σάρκα καὶ τὰς τρίχας πρεσβυτέρας. ἄκουε, φησίν, καὶ ταύτην τὴν παραβολήν:

「第二の幻において、お前は彼女が立っていて、以前よりも若い顔つきとより朗らかな様子を持ち、しかし肉と髪は年老いたものであるのを見た。この譬えも聞くがよい」と彼は言う。

Pastor Vis.3.12.2

2

ὅταν πρεσβύτερός τις, ἤδη ἀφηλπικὼς ἑαυτὸν διὰ τὴν ἀσθένειαν αὐτοῦ καὶ τὴν πτωχότητα, οὐδὲν ἕτερον προσδέχεται εἰ μὴ τὴν ἐσχάτην ἡμέραν τῆς ζωῆς αὐτοῦ: εἶτα ἐξαίφνης κατελείφθη αὐτῷ κληρονομία, ἀκούσας δὲ ἐξηγέρθη καὶ περιχαρὴς γενόμενος ἐνεδύσατο τὴν ἰσχύν: καὶ οὐκέτι ἀνακεῖται, ἀλλὰ ἕστηκεν, καὶ ἀνανεοῦται αὐτοῦ τὸ πνεῦμα τὸ ἤδη ἐφθαρμένον ἀπὸ τῶν προτέρων αὐτοῦ πράξεων, καὶ οὐκέτι κάθηται, αλλὰ ἀνδρίζεται: οὕτως καὶ ὑμεῖς, ἀκούσαντες τὴν ἀποκάλυψιν, ἣν ὑμῖν ὁ κύριος ἀπεκάλυψεν,

「ある年老いた者が、自分の弱さと貧しさのゆえに既に自分自身を絶望視し、自分の命の最後の日以外の何も期待していないとする。それから、突然彼に遺産が残される。それを聞いて彼は奮い立ち、大いに喜んで力を身に着ける。そしてもはや横たわらず、立ち上がる。そして既に彼の以前の行いによって朽ちていた彼の霊が新しくされ、もはや座らず、雄々しく振る舞う。」

Pastor Vis.3.12.3

3

ὅτι ἐσπλαγχνίσθη ἐφ̓ ὑμᾶς, καὶ ἀνενεώσατο τὰ πνεύματα ὑμῶν καὶ ἀπέθεσθε τὰς μαλακίας ὑμῶν, καὶ προσῆλθεν ὑμῖν ἰσχυρότης καὶ ἐνεδυναμώθητε ἐν τῇ πίστει, καὶ ἰδὼν ὁ κύριος τὴν ἰσχυροποίησιν ὑμῶν ἐχάρη: καὶ διὰ τοῦτο ἐδήλωσεν ὑμῖν τὴν οἰκοδομὴν τοῦ πύργου καὶ ἕτερα δηλώσει, ἐὰν ἐξ ὅλης καρδίας εἰρηνεύετε ἐν ἑαυτοῖς.

「同じように諸君も、主が諸君に啓示された啓示を聞いて――主が諸君を憐れみ、諸君の霊を新しくされたので、諸君は自分たちの柔弱さを脱ぎ捨て、諸君に力強さが近づき、諸君は信仰において強められた。そして主は諸君の力強さを見て喜ばれた。それゆえ主は諸君に塔の建物を明らかにされたのであり、諸君が心を尽くして自分たちの内で平和を保つならば、他のことも明らかにされるであろう。」