ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Sim.9, Caput XV 譬え 9 第XV章

Hermas · Pastor · 6 sectiones

Pastor Sim.9.15.1

1

Δήλωσόν μοι, φημί, κύριε, τῶν παρθένων τὰ ὀνόματα καὶ τῶν γυναικῶν τῶν τὰ μέλανα ἱμάτια ἐνδεδυμένων. Ἄκουε, φησίν, τῶν παρθένων τὰ ὀνόματα τῶν ἰσχυροτέρων, τῶν εἰς τὰς γωνίας σταθεισῶν.

「主よ、私に乙女たちの名と、黒い衣を着た女たちの名を明らかにしてください」と私は言った。「聞け」と彼は言う、「隅に立っている、より強い乙女たちの名を」。

Pastor Sim.9.15.2

2

ἡ μὲν πρώτη Πίστις, ἡ δὲ δευτέρα Ἐγκράτεια, ἡ δὲ τρίτη Δύναμις, ἡ δὲ τετάρτη Μακροθυμία: αἱ δὲ ἕτεραι ἀνὰ μέσον τούτων σταθεῖσαι ταῦτα ἔχουσι τὰ ὀνόματα: Ἁπλότης, Ἀκακία, Ἁγνεία, Ἱλαρότης, Ἀλήθεια, Σύνεσις, Ὁμόνοια, Ἀγάπη. ταῦτα τὰ ὀνόματα ὁ φορῶν καὶ τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ δυνήσεται εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

「第一の者は信仰、第二は節制、第三は力、第四は忍耐である。彼女たちの間に立つ他の乙女たちは、次の名を持つ――率直さ、無邪気さ、純潔、朗らかさ、真理、理解、一致、愛」。「これらの名を身にまとい、神の子の名をも身にまとう者は、神の王国に入ることができるであろう」。

Pastor Sim.9.15.3

3

ἄκουε, φησί, καὶ τὰ ὀνόματα τῶν γυναικῶν τῶν τὰ ἱμάτια μέλανα ἐχουσῶν. καὶ ἐκ τούτων τέσσαρές εἰσι δυνατώτεραι. ἡ πρώτη Ἀπιστία, ἡ δευτέρα Ἀκρασία, ἡ δὲ τρίτη Ἀπείθεια, ἡ δὲ τετάρτη Ἀπάτη. αἱ δὲ ἀκόλουθοι αὐτῶν καλοῦνται Λύπη, Πονηρία, Ἀσέλγεια, Ὀξυχολία, Ψεῦδος, Ἀφροσύνη, Καταλαλιά, Μῖσος. ταῦτα τὰ ὀνόματα ὁ φορῶν τοῦ θεοῦ δοῦλος τὴν βασιλείαν μὲν ὄψεται τοῦ θεοῦ, εἰς αὐτὴν δὲ οὐκ εἰσελεύσεται.

「聞け」と彼は言う、「黒い衣を着た女たちの名も。彼女たちのうち四人は、より力強い」。「第一は不信仰、第二は不節制、第三は不従順、第四は欺きである。彼女たちに付き従う女たちは、悲しみ、邪悪、放縦、短気、偽り、愚かさ、悪口、憎しみと呼ばれる」。「これらの名を身にまとう神の僕は、神の王国を見はするが、その中には入らないであろう」。

Pastor Sim.9.15.4

4

Οἱ λίθοι δέ, φημί, κύριε, οἱ ἐκ τοῦ βυθοῦ ἡρμοσμένοι εἰς τὴν οἰκοδομὴν τίνες εἰσίν; Οἱ μὲν πρῶτοι, φησίν, οἱ ι οἱ εἰς τὰ θεμέλια τεθειμένοι, πρώτη γενεά: οἱ δὲ κέ δευτέρα γενεὰ ἀνδρῶν δικαίων: οἱ δὲ λε προφῆται τοῦ θεοῦ καὶ διάκονοι αὐτοῦ: οἱ δὲ μ ἀπόστολοι καὶ διδάσκαλοι τοῦ κηρύγματος τοῦ υἱοῦ τοῦ θεοῦ.

「では主よ、深みから建物へと組み合わされた石は誰ですか」と私は言った。「まず最初の、土台に据えられた十の石は、第一の世代である。二十五の石は、正しい人々の第二の世代である。三十五の石は、神の預言者たちと、その奉仕者たちである。四十の石は、神の子の宣教の使徒たちと教師たちである」と彼は言う。

Pastor Sim.9.15.5

5

Διατί οὖν, φημί, κύριε, αἱ παρθένοι καὶ τούτους τοὺς λίθους ἐπέδωκαν εἰς τὴν οἰκοδομὴν τοῦ πύργου, διενέγκασαι διὰ τῆς πύλης;

「では主よ、なぜ乙女たちはこれらの石をも、門を通して運び、塔の建物に差し出したのですか」と私は言った。

Pastor Sim.9.15.6

6

Οὗτοι γάρ, φησί, πρῶτοι ταῦτα τὰ πνεύματα ἐφόρεσαν καὶ ὅλως ἀπ’ ἀλλήλων οὐκ ἀπέστησαν, οὔτε τὰ πνεύματα ἀπὸ τῶν ἀνθρώπων οὔτε οἱ ἄνθρωποι ἀπὸ τῶν πνευμάτων, ἀλλὰ παρέμειναν τὰ πνεύματα αὐτοῖς μέχρι τῆς κοιμήσεως αὐτῶν. καὶ εἰ μὴ ταῦτα τὰ πνεύματα μετ’ αὐτῶν ἐσχήκεισαν, οὐκ ἂν εὔχρηστοι γεγόνεισαν τῇ οἰκοδομῇ τοῦ πύργου τούτου.

「彼らが最初にこれらの霊を身にまとい、互いから全く離れなかったからである」と彼は言う。「霊が人々から離れることも、人々が霊から離れることもなく、その霊は彼らが眠りにつくまで彼らのもとに留まった」。「もしこれらの霊が彼らと共になかったなら、彼らはこの塔の建物にとって役立つ者とはならなかったであろう」。