Pastor Sim.9.23.1
Οἱ δὲ ἐκ τοῦ ὄρους τοῦ ἕκτου τοῦ ἔχοντος σχισμὰς μεγάλας καὶ μικρὰς καὶ ἐν ταῖς σχισμαῖς βοτάνας μεμαραμμένας πιστεύσαντες τοιοῦτοί εἰσιν.
「大小の裂け目を持ち、その裂け目のうちに萎びた草のある第六の山から信じた者たちは、このような者である。」
Pastor Sim.9.23.2
οἱ μὲν τὰς σχισμὰς τὰς μικρὰς ἔχοντες, οὗτοί εἰσιν οἱ κατ’ ἀλλήλων ἔχοντες, καὶ ἀπὸ τῶν καταλαλιῶν ἑαυτῶν μεμαραμμένοι εἰσὶν ἐν τῇ πίστει: ἀλλὰ μετενόησαν ἐκ τούτων πολλοί. καὶ οἱ λοιποὶ δὲ μετανοήσουσιν, ὅταν ἀκούσωσί μου τὰς ἐντολάς: μικραὶ γὰρ αὐτῶν εἰσιν αἱ καταλαλιαί, καὶ ταχὺ μετανοήσουσιν.
「小さな裂け目を持つ者たちとは、互いに対して恨みを抱く者たちであり、自らの陰口によって信仰において萎びた者たちである。だが彼らのうちの多くは悔い改めた。残りの者たちも、私の戒めを聞くならば悔い改めるであろう。彼らの陰口は小さなものであり、速やかに悔い改めるであろうから。」
Pastor Sim.9.23.3
οἱ δὲ μεγάλας ἔχοντες σχισμάς, οὗτοι παράμονοί εἰσι ταῖς καταλαλιαῖς αὐτῶν καὶ μνησίκακοι γίνονται μηνιῶντες ἀλλήλοις: οὗτοι οὖν ἀπὸ τοῦ πύργου ἀπερρίφησαν καὶ ἀπεδοκιμάσθησαν τῆς οἰκοδομῆς αὐτοῦ. οἱ τοιοῦτοι οὖν δυσκόλως ζήσονται.
「大きな裂け目を持つ者たちは、自らの陰口に居座り続け、互いに怒りを抱いて恨みを覚える者となる。この者たちは塔から投げ捨てられ、その建物から退けられた。このような者たちは、生きることが難しい。」
Pastor Sim.9.23.4
εἰ ὁ θεὸς καὶ ὁ κύριος ἡμῶν ὁ πάντων κυριεύων καὶ ἔχων πάσης τῆς κτίσεως αὐτοῦ τὴν ἐξουσίαν οὐ μνησικακεῖ τοῖς ἐξομολογουμένοις τὰς ἁμαρτίας αὐτῶν, ἀλλ’ ἵλεως γίνεται, ἄνθρωπος φθαρτὸς ὢν καὶ πλήρης ἁμαρτιῶν ἀνθρώπῳ μνησικακεῖ ὡς δυνάμενος ἀπολέσαι ἢ σῶσαι αὐτόν;
「神であり我々の主であって、すべてを支配し、その被造物のすべてに対する権能を持つ方が、自らの罪を告白する者たちに対して恨みを抱かず、むしろ憐れみ深くあられるというのに、朽ちるべき人間であり罪に満ちた者が、あたかも人を滅ぼすことも救うこともできるかのように、人に対して恨みを抱くだろうか。」
Pastor Sim.9.23.5
λέγω δὲ ὑμῖν, ὁ ἄγγελος τῆς μετανοίας: ὅσοι ταύτην ἔχετε τὴν αἵρεσιν ἀπόθεσθε αὐτὴν καὶ μετανήσατε, καὶ ὁ κύριος ἰάσεται ὑμῶν τὰ πρότερα ἁμαρτήματα, ἐὰν καθαρίσητε ἑαυτοὺς ἀπὸ τούτου τοῦ δαιμονίου: εἰ δὲ μή, παραδοθήσεσθε αὐτῷ εἰς θάνατον.
「私、悔い改めの天使は諸君に言う。この性向を持つ者は皆、これを脱ぎ捨てて悔い改めよ。そうすれば、諸君がこの悪霊から自らを清めるならば、主は諸君の以前の罪を癒やされるであろう。しかしそうしないならば、諸君はこの悪霊に引き渡されて死に至るであろう。」