ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Vis.3, Caput IX 幻 3 第IX章

Hermas · Pastor · 10 sectiones

Pastor Vis.3.9.1

1

Ἀκούσατέ μου, τέκνα: ἐγὼ ὑμᾶς ἐξέθρεψα ἐν πολλῇ ἁπλότητι καὶ ἀκακίᾳ καὶ σεμνότητι διὰ τὸ ἔλεος τοῦ κυρίου τοῦ ἐφ̓ ὑμᾶς στάξαντος τὴν δικαιοσύνην, ἵνα δικαιωθῆτε καὶ ἁγιασθῆτε ἀπὸ πάσης πονηρίας καὶ ἀπὸ πάσης σκολιότητος: ὑμεῖς δὲ οὐ θέλετε παῆναι ἀπὸ τῆς πονηρίας ὑμῶν.

「私の言うことを聞け、子らよ。私は諸君を、大いなる率直さと無邪気さと謹厳さのうちに育てた。諸君の上に正義を滴らせた主の憐れみのゆえに、それは諸君が義とされ、あらゆる悪とあらゆる曲がったことから聖とされるためであった。しかし諸君は自分たちの悪から離れることを望まない。」

Pastor Vis.3.9.2

2

νῦν οὖν ἀκούσατέ μου καὶ εἰρηνεύετε ἐν ἑαυτοῖς καὶ ἐπισκέπτεσθε ἀλλήλους καὶ ἀντιλαμβάνεσθε ἀλλήλων, καὶ μὴ μόνοι τὰ κτίσματα τοῦ θεοῦ μεταλαμβάνετε ἐκ καταχύματος, ἀλλὰ μεταδίδοτε καὶ τοῖς ὑστερουμένοις:

「今、私の言うことを聞き、自分たちの内で平和を保ち、互いに顧み合い、互いに助け合い、神の造られたものを己だけで貪り食うことなく、欠けている者たちにも分け与えよ。」

Pastor Vis.3.9.3

3

οἱ μὲν γὰρ ἀπὸ τῶν πολλῶν ἐδεσμάτων ἀσθένειαν τῇ σαρκὶ αὐτῶν ἐπισπῶνται καὶ λυμαίνονται τὴν σάρκα αὐτῶν: τῶν δὲ μὴ ἐχόντων ἐδέσματα λυμαίνεται ἡ σὰρξ αὐτῶν διὰ τὸ μὴ ἔχειν τὸ ἀρκετὸν τῆς τροφῆς, καὶ διαφθείρεται τὸ σῶμα αὐτῶν.

「多くの食物のために、自分たちの肉に弱さを引き込み、自分たちの肉を損なう者たちがいる一方で、食物を持たない者たちの肉は、食物の十分さを持たないために損なわれ、その肉体が滅ぼされるからである。」

Pastor Vis.3.9.4

4

αὕτη οὖν ἡ ἀσυνκρασία βλαβερὰ ὑμῖν τοῖς ἔχουσι καὶ μὴ μεταδιδοῦσιν τοῖς ὑστερουμένοις.

「それゆえ、この混じり合わぬことは、持ちながら欠けている者たちに分け与えない諸君にとって害となる。」

Pastor Vis.3.9.5

5

βλέπετε τὴν κρίσιν τὴν ἐπερχομένην. οἱ ὑπερέχοντες οὖν ἐκζητεῖτε τοὺς πεινῶντας, ἕως οὔπω ὁ πύργος ἐτελέσθη: μετὰ γὰρ τὸ τελεσθῆναι τὸν πύργον θελήσετε ἀγαθοποιεῖν, καὶ οὐχ ἕξετε τόπον.

「来たりつつある裁きを見よ。それゆえ、豊かな者たちよ、塔がまだ完成しない間に、飢えている者たちを尋ね求めよ。塔が完成した後には、善を行おうと望んでも、諸君にはその場がなくなるからである。」

Pastor Vis.3.9.6

6

βλέπετε οὖν ὑμεῖς οἱ γαυριώμενοι ἐν τῷ πλούτῳ ὑμῶν, μήποτε στενάξουσιν οἱ ὑστερούμενοι καὶ ὁ στεναγμὸς αὐτῶν ἀναβήσεται πρὸς τὸν κύριον καὶ ἐκκλεισθήσεσθε μετὰ τῶν ἀγαθῶν ὑμῶν ἔξω τῆς θύρας τοῦ πύργου.

「それゆえ、自分たちの富に誇っている諸君は見よ、欠けている者たちが嘆くことのないように。彼らの嘆きが主のもとに上り、諸君が自分たちの財と共に塔の門の外に閉め出されることのないように。」

Pastor Vis.3.9.7

7

νῦν οὖν ὑμῖν λέγω τοῖς προηγουμένοις τῆς ἐκκλησίας καὶ τοῖς πρωτοκαθεδρίταις: μὴ γίνεσθε ὅμοιοι τοῖς φαρμακοῖς. οἱ φαρμακοὶ μὲν οὖν τὰ φάρμακα ἑαυτῶν εἰς τὰς πυξίδας βαστάζουσιν, ὑμεῖς δὲ τὸ φάρμακον ὑμῶν καὶ τὸν ἰὸν εἰς τὴν καρδίαν.

「今、私は教会の指導者たちと上席に座る者たちに言う。毒使いたちに似た者となるな。毒使いたちは自分たちの毒薬を箱の中に携えているが、諸君は自分たちの毒薬と害毒とを心の中に携えている。」

Pastor Vis.3.9.8

8

ἐνεσκιρωμένοι ἐστὲ καὶ οὐ θέλετε καθαρίσαι τὰς καρδίας ὑμῶν καὶ συνκεράσαι ὑμῶν τὴν φρόνησιν ἐπὶ τὸ αὐτὸ ἐν καθαρᾷ καρδίᾳ, ἵνα σχῆτε ἔλεος παρὰ τοῦ βασιλέως τοῦ μεγάλου.

「諸君は硬くなっていて、自分たちの心を清め、清い心において諸君の思慮を一つに混ぜ合わせることを望まない。それは、偉大な王から憐れみを得るためであるのに。」

Pastor Vis.3.9.9

9

βλέπετε οὖν, τέκνα, μήποτε αὗται αἱ διχοστασίαι ἀποστερήσουσιν τὴν ζωὴν ὑμῶν.

「それゆえ、子らよ、この分裂が諸君の命を奪うことのないよう見よ。」

Pastor Vis.3.9.10

10

πῶς ὑμεῖς παιδεύειν θέλετε τοὺς ἐκλεκτοὺς κυρίου, αὐτοὶ μὴ ἔχοντες παιδείαν; παιδεύετε οὖν ἀλλήλους καὶ εἰρηνεύετε ἐν αὑτοῖς ἵνα κἀγὼ κατέναντι τοῦ πατρὸς ἱλαρὰ σταθεῖσα λόγον ἀποδῶ ὑπὲρ ὑμῶν πάντων τῷ κυρίῳ.

「諸君自身が教育を持たないのに、どうして主の選ばれた者たちを教育しようと望むのか。それゆえ、互いに教育し合い、自分たちの内で平和を保て。私もまた父の御前に朗らかに立って、諸君すべてのために主に申し開きをすることができるように。」