ヘルマス2世紀前半

Patristica — 教父文献 日本語対訳 › Patres Graeci › Pastor

Mand.5, Caput II 戒め 5 第II章

Hermas · Pastor · 8 sectiones

Pastor Mand.5.2.1

1

Ἄκουε νῦν, φησί, τὴν ἐνέργειαν τῆς ὀξυχολίας, πῶς πονηρά ἐστι, καὶ πῶς τοὺς δούλους μοῦ καταστρέφει τῇ ἑαυτῆς ἐνεργείᾳ καὶ πῶς ἀποπλανᾷ αὐτοὺς ἀπὸ τῆς δικαιοσύνης. οὐκ ἀποπλανᾷ δὲ τοὺς πλήρεις ὄντας ἐν τῇ πίστει οὐδὲ ἐνεργῆσαι δύναται εἰς αὐτούς, ὅτι ἡ δύναμις μου μετ’ αὐτῶν ἐστιν: ἀποπλανᾷ δὲ τοὺς ἀποκένους καὶ διψύχους ὄντας.

「今聞け」と彼は言う、「短気の働きを。それがどれほど悪しきものであるか、その働きによって私の僕たちをどのように滅ぼすか、そして彼らを正義から迷い出させるかを」。「だが、信仰に満ちている者たちを迷い出させることはなく、彼らに働きかけることもできない。私の力が彼らと共にあるからである。しかし、空しく、二心である者たちを迷い出させる」。

Pastor Mand.5.2.2

2

ὅταν δὲ ἴδῃ τοὺς τοιούτους ἀνθρώπους εὐσταθοῦντας, παρεμβάλλει ἑαυτὴν εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου ἐκείνου, καὶ ἐκ τοῦ μηδενὸς ὁ ἀνὴρ ἢ ἡ γυνὴ ἐν πικρίᾳ γίνεται ἕνεκεν βιωτικῶν πραγμάτων ἢ περὶ ἐδεσμάτων ἢ μικρολογίας τινὸς ἢ περὶ φίλου τινὸς ἢ περὶ δόσεως ἢ λήψεως ἢ περὶ τοιούτων μωρῶν πραγμάτων: ταῦτα γὰρ πάντα μωρά ἐστι καὶ κενὰ καὶ ἄφρονα καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ θεοῦ.

「しかし、そのような人間たちが落ち着いているのを見ると、それはその人間の心に入り込む。そして何でもないことから、男あるいは女は、暮らし向きのことや、食べ物のことや、何かささいなことや、ある友人のことや、与えることや受け取ることや、そのような愚かなことのために苦々しくなる。これらすべてのことは愚かで空しく分別を欠き、神の僕たちにとって益がないからである」。

Pastor Mand.5.2.3

3

ἡ δὲ μακροθυμία μεγάλη ἐστὶ καὶ ἰσχυρὰ καὶ δύναμιν ἔχουσα καὶ στιβαρὰν καὶ εὐθηνουμένην ἐν πλατυσμῷ μεγάλῳ, ἱλαρά, ἀγαλλιωμένη, ἀμέριμνος οὖσα, δοξάζουσα τὸν κύριον ἐν παντὶ καιρῷ, μηδὲν ἐν ἑαυτῇ ἔχουσα πικρόν, παραμένουσα διὰ παντὸς πραεῖα καὶ ἡσύχιος: αὕτη οὖν ἡ μακροθυμία κατοικεῖ μετὰ τῶν τὴν πίστιν ἐχόντων ὁλόκληρον.

「忍耐は大きく強く、堅固で大いなる広がりのうちに栄える力を持ち、朗らかで、喜び躍り、思い煩いなく、常に主をたたえ、おのれのうちに何一つ苦味を持たず、常に柔和で静かにとどまる。それゆえこの忍耐は、全き信仰を持つ者たちと共に住む」。

Pastor Mand.5.2.4

4

ἡ δὲ ὀξυχολία πρῶτον μὲν μωρά ἐστιν, ἐλαφρά τε καὶ ἄφρων. εἶτα ἐκ τῆς ἀφροσύνης γίνεται πικρία, ἐκ δὲ τῆς πικρίας θυμός, ἐκ δὲ τοῦ θυμοῦ ὀργή, ἐκ δὲ τῆς ὀργῆς μῆνις: εἶτα ἡ μῆνις αὕτη ἐκ τοσούτων κακῶν συνισταμένη γίνεται ἁμαρτία μεγάλη καὶ ἀνίατος.

「短気は、まず愚かなものであり、軽々しく、また分別を欠く。それから、その愚かさから苦味が生じ、苦味から憤りが、憤りから怒りが、怒りから恨みが生じる。そしてこの恨みが、これほど多くの悪から成り立って、大きな癒しがたい罪となる」。

Pastor Mand.5.2.5

5

ὅταν γὰρ ταῦτα τὰ πνεύματα ἐν ἑνὶ ἀγγείῳ κατοικῇ, οὗ καὶ τὸ πνεῦμα τὸ ἅγιον κατοικεῖ, οὐ χωρεῖ τὸ ἄγγος ἐκεῖνο, ἀλλ’ ὑπερπλεονάζει.

「これらの霊が、聖なる霊もまた住んでいる一つの器のうちに住むとき、その器はそれを収めきれず、あふれ出てしまうからである」。

Pastor Mand.5.2.6

6

τὸ τρυφερὸν οὖν πνεῦμα, μὴ ἔχον συνήθειαν μετὰ πονηροῦ πνεύματος κατοικεῖν μηδὲ μετὰ σκληρότητος, ἀποχωρεῖ ἀπὸ τοῦ ἀνθρώπου τοῦ τοιούτου καὶ ζητεῖ κατοικεῖν μετὰ πραότητος καὶ ἡσυχίας.

「それゆえ、繊細な霊は、悪しき霊と共に住むことにも、頑なさと共に住むことにも慣れていないので、そのような人間から離れ去り、柔和と静けさと共に住むことを求める」。

Pastor Mand.5.2.7

7

εἶτα ὅταν ἀποστῇ ἀπὸ τοῦ ἀνθρώπου ἐκείνου, οὗ κατοικεῖ, γίνεται ὁ ἄνθρωπος ἐκεῖνος κενὸς ἀπὸ τοῦ πνεύματος τοῦ δικαίου, καὶ τὸ λοιπὸν πεπληρωμένος τοῖς πνεύμασι τοῖς πονηροῖς ἀκαταστατεῖ ἐν πάσῃ πράξει αὐτοῦ, περισπώμενος ὧδε κἀκεῖσε ἀπὸ τῶν πνευμάτων τῶν πονηρῶν, καὶ ὅλως ἀποτυφλοῦται ἀπὸ τῆς διανοίας τῆς ἀγαθῆς. οὕτως οὖν συμβαίνει πᾶσι τοῖς ὀξυχόλοις.

「それから、その霊が住んでいたその人間から離れ去ると、その人間は正しい霊から空しくなり、その後は悪しき霊で満たされて、そのすべての行いにおいて定まりなく、悪しき霊たちによってあちらこちらに引きずり回され、善き思いから全く盲目にされてしまう」。「このように、すべての短気な者たちにこのことが起こる。」

Pastor Mand.5.2.8

8

ἀπέχου οὖν ἀπὸ τῆς ὀξυχολίας, τοῦ πονηροτάτου πνεύματος: ἔνδυσαι δὲ τὴν μακροθυμίαν καὶ ἀντίστα τῇ ὀξυχολίᾳ καὶ τῇ πικρίᾳ, καὶ ἔσῃ εὑρισκόμενος μετὰ τῆς σεμνότητος τῆς ἠγαπημένης ὑπὸ τοῦ κυρίου. βλέπε οὖν μήποτε παρενθυμηθῇς τὴν ἐντολὴν ταύτην: ἐὰν γὰρ ταύτης τῆς ἐντολῆς κυριεύσῃς, καὶ τὰς λοιπὰς ἐντολὰς δυνήσῃ φυλάξαι, ἅς σοι μέλλω ἐντέλλεσθαι. ἰσχυροῦ ἐν αὐταῖς καὶ ἐνδυναμοῦ, καὶ πάντες ἐνδυναμούσθωσαν, ὅσοι ἐὰν θέλωσιν ἐν αὐταῖς πορεύεσθαι.

「それゆえ、いと悪しき霊である短気から遠ざかれ。そして忍耐を身にまとい、短気と苦味に立ち向かえ。そうすれば、主に愛される謹厳さと共にある者として見出されるであろう」。「だから、決してこの戒めをおろそかに考えることのないよう気をつけよ。もしこの戒めを支配するなら、お前はこれから私が命じようとしている残りの戒めをも守ることができるであろう。それらのうちに強くあれ、力づけられよ。そして、それらのうちを歩もうと望む者は皆、力づけられよ」。